1

 2

 3

 4

 5

1

In illud: Apparuit gratia dei omnibus hominibus

ΤΟΥ ἉΓΙΟΥ ἸΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ὁμιλία εἰς τὸ Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ καὶ εἰς τὰ Θεοφάνια

1 Πρώην ὑμῖν περὶ σωφροσύνης διελέχθημεν καθάπερ μέμνησθε καὶ οἷον δὴ

νόμον ἀνέγνωμεν οὕτως ἔχοντα· Πᾶς ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Φοβερὸν τὸ ῥῆμα, καὶ γὰρ ἀναίσχυντον τὸ πάθος· δεινὴ ἡ ἀπόφασις, καὶ γὰρ χαλεπὴ ἡ ἐπιθυμία.

2 Καθάπερ οὖν κύνα τις ἔχων ἄγριον καὶ τοῖς παριοῦσιν ἐπιπηδῶντα πᾶσιν, οὐκ ἀνέχεται λελυμένον εἶναι καὶ ἄφετον, ἀλλὰ σιδηρᾷ ἁλύσει δήσας αὐτὸν παραδίδωσιν ταῖς χερσὶν τῶν οἰκετῶν μετὰ ἀσφαλείας κατέχειν, οὕτως καὶ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τοὺς ἡμετέρους, κυνῶν ἀναιδέστερον ἐπιπηδῶντας τοῖς λαμπροῖς τῶν σωμάτων, οὐκ ἀφίησιν εἶναι λελυμένους, ἀλλ' ὥσπερ σιδηρᾷ ἁλύσει τῷ φόβῳ τῆς νομοθεσίας ἀποδήσας αὐτούς, παρέδωκεν μετὰ ἀσφαλείας κατέχειν τῷ λογισμῷ, προειπὼν καὶ ἀπειλήσας, εἰ διαφύγοιεν καί τινος τῶν παριόντων ἐπιλάβοιντο, τὴν τῶν μοιχῶν αὐτὸν ἀπαιτήσειν τιμωρίαν. Πᾶς γὰρ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.

3 Τοῦτο δὲ ἠπείλησεν τῶν ὁρώντων κηδόμενος. Ἐπὶ μὲν γὰρ τῶν κυνῶν καὶ τῶν ἀνθρώπων, οὐχ οἱ δάκνοντες κύνες, ἀλλ' οἱ δακνόμενοι ἄνθρωποι τὰ ἕλκη λαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀσελγῶς ὁρώντων ὀφθαλμῶν καὶ τῶν ὁρωμένων γυναικῶν, οὐχ αἱ ὁρώμεναι γυναῖκες, ἀλλ' οἱ ὁρῶντες ἄνθρωποι τὰ τραύματα δέχονται. Ἐκεῖ ὁ δηχθεὶς ἐπλήγη, ἐνταῦθα ὁ δάκνων τὸν ἰὸν ἔλαβεν.

4 ∆ιὰ τοῦτο αὐτοὺς ἀσφαλίζεται, διὰ τοῦτο βλέφαρα καὶ βλεφαρίδας τοῖς ὀφθαλμοῖς περιέθηκεν, ἵνα μὴ διὰ παντὸς ἀνεῳγμένας ἔχῃς τὰς θυρίδας. Ὅταν γὰρ θύραι διὰ παντὸς ὦσιν ἀνεῳγμέναι, μετὰ πολλῆς τῆς εὐκολίας ὁ λῃστὴς ἐπεισέρχεται, μετὰ πολλῆς τῆς ἐξουσίας τὸν θησαυρὸν τῆς σωφροσύνης συλᾷ. ∆ιὰ τοῦτο κόραι καλοῦνται τῶν ὀφθαλμῶν αἱ βολαί, ἵνα μάθῃς ὅτι αἰσχύνεσθαι χρὴ καὶ ἐρυθριᾶν· καθάπερ γὰρ αἱ ἀπειρόγαμοι καὶ θαλαμευόμεναι οὐκ ἀνέχοιντο οὐδὲ πρὸς τοὺς οἰκείους μετὰ ἀναιδείας ἰδεῖν, οὕτω καὶ τὰς κόρας τῶν ὀφθαλμῶν χρή, καθάπερ κόρας ἀπειρογάμους ἐν θαλάμῳ, τῷ ὀφθαλμῷ καθημένας, μὴ ἀναισχύντως ἁπάσαις ἐπαφιέναι ταῖς ὄψεσιν ἑαυτάς, ἐπεὶ οὐκ ἂν κόραι λοιπόν, ἀλλὰ κύνες ἀναίσχυντοι. 5 Ἀλλὰ τὰ μὲν περὶ σωφροσύνης ἱκανῶς εἴρηται καὶ τότε καὶ νῦν τοῖς προσέχουσιν· τὸ δὲ ζητούμενον, οὐχ ἵνα συνεχὴς ἡ παρ' ἡμῶν διδασκαλία γένηται καὶ συνεχὴς ἡ παρ' ὑμῶν ἡ ἀκρόασις, ἀλλ' ἵνα τι καὶ ἀπὸ τῆς ἡμετέρας διδασκαλίας καὶ ἀπὸ τῆς ὑμετέρας ἀκροάσεως γένηται πλέον εἰς λόγον ζωῆς τῆς ὑμετέρας, εἰς καύχημα ἡμέτερον, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ, ἵνα δυνηθῶ κἀγὼ κατὰ τὴν ἡμέραν ἐκείνην καυχᾶσθαι ἐκ τῶν κατορθωμάτων ὑμῶν καὶ εἰπεῖν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός. 6 Γενέσθω τὰ ῥήματα τὰ ἡμέτερα πράγματα δι' ὑμῶν. Καὶ γὰρ ἐπὶ τῶν γεηπόνων οὐ τοῦτό ἐστιν τὸ ζητούμενον ζεῦξαι βοῦς ἀροτῆρας καὶ βαθεῖαν αὔλακα τεμεῖν καὶ καταβαλεῖν τὰ σπέρματα, ἀλλὰ δεῖξαι κομῶντα τὰ λήϊα καὶ τὴν ἅλωνα τῶν δραγμάτων πεπληρωμένην, ἵνα, ὅταν ἔλθῃ ὁ διακαθαίρων αὐτήν, οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, μηδαμοῦ τῆς ἅλωνος ἄχυρον εὕρῃ, ἀλλὰ πανταχοῦ σῖτον, πανταχοῦ καρπὸν ὥριμον εἰς βασιλικὰς ἀποθήκας ἀπενεχθῆναι δυνάμενον. Ἥξει γάρ, ἥξει πάντως ἐκεῖνος ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι ἁγίῳ καὶ πυρί· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Μεγάλη ἡ τιμωρία, ἀλλ' ἐὰν θέλωμεν, οὐ λημψόμεθα τὴν τιμωρίαν οὐδὲ ἐσόμεθα ἄχυρα. 7 Τοιοῦτον γὰρ ἡ ἁμαρτία· καθάπερ τὰ ἄχυρα τῶν ἀλόγων ζῴων ἐστὶ τροφὴ καὶ πυρὸς