1

 2

 3

 4

1

In illud: Ascendit dominus in templo

Εἰς τὸ, Ὅτε ἀνέβη ὁ Κύριος εἰς τὸ ἱερὸν, μεσούσης τῆς ἑορτῆς καὶ εἰς τὸν Μελχισεδέκ. Τῇ μεσοπεντηκοστῇ.

61.739 Ῥοαὶ καὶ μῆλον καὶ φοίνιξ καὶ οἱ λοιποὶ τῶν ἀκροδρύων καρποὶ τὸν τοῦ

σώματος ἡδύνουσι φάρυγγα· θεῖοι δὲ λόγοι ἁγίων διδασκάλων ἀγάπῃ κεκερασμένοι, τῇ ἀκοῇ τῆς διδασκαλίας παραπεμπόμενοι, τὸν τῆς ψυχῆς γλυκαίνουσι λάρυγγα. Καὶ ὥσπερ ὁ τοὺς καρποὺς τῶν δένδρων τρυγήσας, ἐν τῇ τῶν καρπῶν μεταλήψει ἐπαίνους τοῖς δένδροις ἀποδίδωσιν· ὡσαύτως καὶ ὁ τὰ θεῖα λόγια τῶν διδασκάλων ἐν τῷ καρτάλλῳ τῆς ἀκοῆς ἐντρυγήσας, εἶτα τῷ νῷ παραπέμψας, καὶ τὴν τοῦ λόγου γλυκύτητα γευσάμενος, τῷ διδασκάλῳ ἐπαίνους ἐκπέμπων ἐκ χειλέων λέγει· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου! Καὶ ὁ σοφώτατος δὲ Σαλομὼν τοὺς καλοὺς λόγους κηρίοις μέλιτος παρεικάσας φησί· Κηρία μέλιτος λόγοι καλοί. Ὥσπερ γὰρ ὁ λάρυγξ τὰ βρώματα γευόμενος, οἶδε τὰ καλὰ ἀπὸ τῶν φαύλων διακρίνειν· ὡσαύτως καὶ ὁ νοῦς τῆς ψυχῆς τὰ χρηστὰ ῥήματα οἶδεν ἀπὸ τῶν φαύλων διακρίνειν, ὥσπερ φησὶν ἐν τῷ Ἰώβ· Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, νοῦς δὲ ῥήματα διακρίνει.

Καὶ μηδεὶς νομιζέτω ἔχειν μὲν τὸν οἰκοδεσπότην ἐν τῷ ἰδίῳ παραδείσῳ δένδρα διάφορα, φοίνικας λέγω καὶ μῆλα καὶ ἐλαίας, τὸν δὲ Κύριον ἐν τῷ ἰδίῳ παραδείσῳ τῆς Ἐκκλησίας μὴ ἔχειν διάφορα στελέχη τῶν πατέρων, ἕκαστον κατὰ τὴν οἰκείαν χρηστότητα πρὸς τὴν τῶν εἰσπορευομένων ἀπόλαυσιν ἐκ βάθους τῆς καρδίας τοὺς καρποὺς τῶν λόγων προσφέροντα. Ὁ μὲν γάρ τίς ἐστιν αὐτῶν, ὥσπερ ἐλαία εὐθαλὴς, τοῖς φύλλοις τῆς πίστεως κατάκομος, καὶ τοῖς ἔργοις τῆς εὐλαβείας κατάκαρπος· ἄλλος δέ ἐστιν ὥσπερ φοίνιξ τοῖς βαΐοις τῆς κατὰ διαβόλου νίκης κατεστεμμένος, καὶ τὸν γλυκύτατον καρπὸν τῆς εὐποιίας τοῖς πένησι προβαλλόμενος· περὶ οὗ φησιν ἡ Γραφὴ, ∆ίκαιος ὡς φοίνιξ ἀνθήσει. Ἕτερος δέ τίς ἐστιν, ὥσπερ μῆλον, δύο τέρψεις παρέχων τοῖς ἀνθρώποις, τήν τε ὄσφρησίν φημι, καὶ τὴν γλυκύτητα τῷ φάρυγγι· καὶ τὸν τοιοῦτον ἐγκωμιάζουσα ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἡ νύμφη Ἐκκλησία τί φησιν; Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. Καί φησιν, Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγι. Τί δὲ ποιήσω, ἀγαπητοὶ, ἐγὼ, ὁ ὀλιγοστὴν φυλλάδα λογίων καὶ καρπῶν κεκτημένος, μήτε τοὺς καυσαμένους ἀναψύξαι ἰσχύων, μήτε τοὺς πεινωμένους τοῖς καρποῖς τῶν λόγων ἐκθρέψαι δυνάμενος; Καλὸν γάρ μοι ἦν μεθ' ὑμῶν μανθάνειν τὰ τῶν ἁγίων πατέρων διδάγματα. Ἀλλ' ἐπειδὴ φόβος Θεοῦ καὶ ὁ πόθος ὑμῶν πρὸς τὸ λέγειν ἡμᾶς διεγείρει, δύο ἢ τρεῖς λόγους τοῦ γλυκυτάτου Εὐαγγελίου λαβόντες καθάπερ φοίνικας, καὶ ἀπογεύσαντες, ὑμᾶς διεγείρωμεν· οὕτω γὰρ προθύμως ἐπὶ τὰ καλλίκαρπα δένδρα τῶν ἁγίων πατέρων ζέοντες τῷ πνεύματι ἐπειχθήσεσθε.

Ἀρτίως ἠκούσαμεν τοῦ εὐαγγελιστοῦ λέγοντος, Μεσαζούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Οὐ παρῆλθεν ὁ λόγος τοῦ Εὐαγγελίου, ἐπειδὴ ἐνέστηκεν ὁ τῆς ἑορτῆς καιρὸς, πρέπουσα τοῖς παροῦσιν ἡ τοῦ Εὐαγγελίου ἀνάγνωσις, ἁρμόζουσα τῇ ἡμέρᾳ ἡ διήγησις· ἀδελφὴ γάρ ἐστι τῆς ἐνεστώσης ἑορτῆς ἡ τοῦ λόγου δύναμις. Μεσαζούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν· τελεσθείσης δὲ τῆς ἑορτῆς, οὐκέτι ἀναβαίνει εἰς τὸ ἱερὸν, ἀλλ' εἰς τὸν οὐρανὸν ἀνατρέχει. Μεσαζούσης δὲ τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν. Ἑορτῆς δὲ λέγει, οὐ τῆς παρ' Ἕλλησι καὶ Ἰουδαίοις γινομένης, ἔνθα μέθαι καὶ κῶμοι καὶ ᾄσματα