1

 2

 3

1

In illud: Collegerunt Judaei

Εἰς τὸ, Συνήγαγον οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· "Τί ποιήσωμεν;"Τῇ ἁγίᾳ καὶ μεγάλῃ βʹ.

59.525

Ἐοίκασιν οἱ τῆς Ἐκκλησίας φίλτατοι παῖδες νηπίοις θηλάζουσι, τοῖς τοῦ γάλακτος τροφὴν καθ' ἑκάστην ἡμέραν ἐκ τῆς μητρικῆς θηλῆς ὑφέλκουσι, καὶ καθ' ἑκάστην ζητοῦσιν. Ἐοίκαμεν καὶ ἡμεῖς μητρὶ πενιχρᾷ ὑπὸ ἀσιτίας συσταλθείσῃ τὰς τοῦ γάλακτος πηγάς. Καὶ ὥσπερ, ὁπόταν τις ἴδῃ μητέρα φιλότεκνον ἄφορον γάλακτος, καὶ ὑπὸ ἰδίου τέκνου κατακλαυθμυριζομένην, καὶ προστιθεῖσαν τὴν θηλὴν, οὐχ ἵνα θρέψῃ τὸ παιδίον, ἀλλ' ἵνα τοῦ κλαυθμυρισμοῦ καταπαύσῃ· οὕτω καὶ ἡμᾶς δεῖ σκοπεῖν τε πάσχοντας τὰ αὐτὰ, καὶ ποιοῦντας τὰ ὅμοια. Καὶ γὰρ ἡμεῖς ὁρῶντες τὸ νέον τοῦτο σύστημα τῶν τῆς Ἐκκλησίας παίδων περιεστώτων κυκλόθεν, καὶ ἀπεκδεχομένων τὸ λογικὸν γάλα τοῦ λόγου, τὴν θηλὴν τῆς διανοίας ἡμῶν χαλῶμεν· οὐχ ἵνα θρέψωμεν αὐτούς (ἄπειροι γὰρ καὶ πένητες τῷ λόγῳ τυγχάνομεν), ἀλλ' ἵνα τὸν πόθον καὶ τὸν καύσωνα παύσωμεν. Ἀλλὰ δεῦτε, ἀγαπητοὶ, ἐπὶ τὸν τοῦ ἡλίου κήρυκα καταδράμωμεν, ἵνα ἴδωμεν τὴν κατὰ τοῦ Κυρίου παρὰ τῶν Ἰουδαίων πραττομένην ἐπίβουλον ἐνέδραν.

Συνήγαγον γὰρ, φησὶν, οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιήσωμεν; Ταῦτα δὲ ἡμῖν ὁ εὐαγγελιστὴς Ἰωάννης ἀρτίως ἐφθέγγετο. Εἰ γὰρ καὶ τῷ στόματι ἡμῖν νῦν οὐ διαλέγεται, ἀλλ' οὖν γε τῷ πνεύματι ταῖς τῶν ἑστώτων ἀκοαῖς ἐβόα. Συνήγαγον γὰρ, φησὶ, τὸ συνέδριον, καὶ ἔλεγον· Τί ποιήσωμεν; Καλὸν τὸ, Συνήγαγον· ἀλλὰ κακὸν τὸ, Συνέδριον· οὐ πρὸς ἀγάπην, ἀλλὰ πρὸς μάχην· οὐ πρὸς εἰρήνην καλοῦντες, ἀλλὰ πρὸς πόλεμον παροξύναντες. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα Θεὸν δοξάσωσιν, ἀλλ' ἵνα Χριστὸν ἀτιμάσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα πίστιν οἰκοδομήσωσιν, ἀλλ' ἵνα τὸν ἀκρογωνιαῖον λίθον ἀποῤῥίψωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὰ πεπλανημένα πρόβατα μανδρεύσωσιν, ἀλλ' ἵνα τὸν ποιμένα φονεύσαντες, τὸ ποίμνιον διαλύσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν χιονόφεγγον μαργαρίτην πίστει ὑποδέξωνται, ἀλλ' ἵνα τὸν φεγγίτην λίθον, ὡς ἐνόμιζον, τῇ ἀπιστίᾳ σκοτίσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θη 59.526 σαυρὸν εὐγνωμόνως ὑποδέξωνται, ἀλλ' ἵνα τὸν ναὸν τοῦ Θεοῦ ἀγνωμόνως διαλύσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τῆς ἀμπέλου τοὺς μελισταγεῖς βότρυας τρυγήσωσιν, ἀλλ' ἵνα τὴν ἀληθινὴν ἄμπελον ἐπὶ τὸ δένδρον τοῦ σταυροῦ ἐφαπλώσαντες, ἑαυτοὺς ἀναδενδράδας ἀπωλείας ποιήσωσιν, ἡμᾶς δὲ ἀναδενδράδας σωτηρίας ποιήσωσιν. Ὢ συνέδριον ὑπὸ διαβόλου κατὰ Χριστοῦ συνηγμένον· ὢ βουλευτήριον κακίας μεμεστωμένον· ὢ συνέδριον, μᾶλλον λύκων αἱμοβόρων, ἢ ἀνθρώπων θεοφόρων.

Τί δὲ λέγω, λύκων ἀνημέρων; Ἀλλὰ γὰρ καὶ λεόντων ἀνημέρων χείρους. Οἱ γὰρ λέοντες ἐπὶ τοῦ ∆ανιὴλ μηδὲν θεωρήσαντες σημεῖον, ἀλλὰ τὸν ἄνδρα σκοπήσαντες, καὶ τὴν εὐλάβειαν τιμήσαντες, τὰ ἀτίθασσα αὐτῶν στόματα ἐχαλίνωσαν. Ἰουδαῖοι δὲ τοιούτων καὶ τοσούτων σημείων θεαταὶ γενόμενοι, μειζόνως ἐκ τοῦ φθόνου πρὸς τὸν φόνον ὡπλίζοντο, καὶ ἔλεγον· Τί ποιήσωμεν; Ὢ κακίας ἔρευνα ἐπιμελής· ὢ στεναγμὸς καὶ θρῆνος ὑπὸ φθόνου γενόμενος· ὢ ὀδυρμὸς καὶ κοπετὸς ἐπὶ κακοῖς γενόμενος. Οὔτε ἡ Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς οὕτως ἀνεστέναξε. Τί ποιήσωμεν; Ἀνθ' ὧν ἔδει χαίρειν τοὺς τάλανας, ἀνθ' ὧν ἔδει εὐφροσύνης ἡμέραν πάνδημον ἐπιτελεῖν, ὅτι νεκροὶ ἀνεβίωσαν, ὅτι ζωὴ πεφανέρωται, ὅτι θάνατος λέλυται, ὅτι ὁ διάβολος κατῃσχύνθη, ὅτι δαιμόνων