1

 2

 3

1

In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum

Τοῦ αὐτοῦ εἰς τὸν ϛϛʹ ψαλμόν· "ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί", τουτέστιν ὁ ἄνθρωπος καὶ ἡ

ἐκκλησία. Καὶ εἰς τὸ "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα"

1 Εὐφροσύνης εἰ μὴ γάρ τι γεγόνει ἀγαθὸν, οὐκ ἂν προφῆται ἀνεφθέγγοντο "ὁ κύριος ἐβασίλευσεν". Ἀλλ' ἐπειδὴ βασιλεύσαντος τοῦ Χριστοῦ ἡ ἁμαρτία λέλυται, ὁ διάβολος ᾔσχυνται, δαίμονες πεφεύγασιν, τὰ κέντρα τοῦ θανάτου κατεκλάσθησαν, ὁπότε κεκλεισμένος τῷ Ἀδὰμ παράδεισος ἠνέῳκται, αἱ ἄκανθαι τῶν ἁμαρτημάτων ἡμῶν ἐξηράνθησαν, ὁ τρίβολός μου ἐξεριζώθη, καὶ τρίπλοκος χάρις τῆς κεφαλῆς μου ἐπετέθη, λέλυταί μου ἡ ἀρχαία κατάρα, οὐκέτι ἐγὼ φοβοῦμαι ἀκούων "γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην, καὶ λοιπὸν ἀκούω· "οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί." Οὐκέτι ὑποχθόνια κεῖμαι, οὐκέτι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ σκοτεινοῖς καὶ ἀφεγγέσιν ταμείοις καὶ περιβόλοις τοῦ διαβόλου ἐν τῷ Ἅδῃ κατέχομαι· δεῖ με λοιπὸν νεφέλαις ἐπιβῆναι καὶ οὐρανὸν ἀναδραμεῖν διὰ τῆς τοῦ βασιλεύσαντος Χριστοῦ χάριτος. Οὐκ ἀμάρτυρος ὁ λόγος· "ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις, Παῦλος βοᾷ, εἰς ἀπάντησιν τοῦ κυρίου, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα."· "Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, καὶ εὐφρανθήτωσαν νήσοι πολλαί." Οὐκέτι Εὔα φοβεῖται τὸν Ἀδὰμ ὀνειδίζοντα· ἐν γὰρ Μαριὰμ τὸ ταύτης ἥττημα ἀνασέσωσται· καὶ οὐκέτι φοβοῦμαι τὸν ὄφιν τὸν καμπύλα διαβαίνοντα, τὸν ἀλλαχόσε τὴν κεφαλὴν ἀποκλίνοντα, οὐκέτι φοβοῦμαι αὐτοῦ τὸ ἰοβόλον δῆγμα· οὐ γάρ εἰμι λοιπὸν γῆ ἀλλ' ἅλας, τῷ γὰρ ὄφει εἶπεν ὁ κύριος καταρασάμενος· "γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου." Πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γῆ ἤμην ἐσθιομένη ἀπὸ ὄφεως, ἐλθὼν δὲ ὁ κύριος εἰς ἅλας με μετέβαλεν. Μάθετε, ἀγαπητοὶ, πῶς τὸ ἅλας γίνεται ἵνα σεαυτὸν ἐν ἐκείνῳ τῷ πράγματι καταμάθῃς· ἅλας τοίνυν ἐξ ὕδατος καὶ πνεύματος γίνεται καὶ ἡμᾶς τοίνυν ἐξ ὕδατος καὶ πνεύματος ἀνεγέννησεν.

2 "Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι

πολλαί." ∆ιατί δὲ οὐ πᾶσαι ἀλλὰ πολλαί; αἱ πολλαὶ τῶν ὀρθοδόξων ἐκκλησίαι· αἱ δὲ πίστεως ὀρθῆς ἀμοιροῦσαι, αἱ αἱρετικῶν ἐκκλησίαι εἰσίν· πῶς οὖν εὐφρανθῶσιν, τὸν βασιλέα Χριστὸν ποικίλως ὑβρίζουσαι; Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλωπέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ.

3 Ἐὰν προσέλθῃ Εὐνόμιος ἢ Ἄρειος ἢ Μακεδόνιος τῷ Χριστῷ μου κυρίῳ, καὶ

εἴπῃ αὐτῷ· "ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέλθῃς"· προσφόρως αὐτῷ καὶ ἁρμοζόντως ἀντιφθέγγεται λέγων· "αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ." Περὶ τούτων λέγει ὁ ἐκκλησιαστής· "πιάσατέ μοι ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας." Μικροὶ ἀλώπεκές εἰσιν οἱ αἱρετικῶν μαθηταὶ, οἵτινες ἐνδύνοντες ἐν ταῖς ἐκκλησίαις ἡμῶν τοὺς δίκην βοτρύων ἐξέχοντας τῷ χριστοφόρῳ ἀμπελῶνι πιστοὺς τῇ διδασκαλίᾳ λυμαίνονται· "φθείρουσιν γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί." "Ὁ κύριος οὖν ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νήσοι πολλαί."