1
In illud: Exeuntes pharisaei
Εἰς τὸ, "Ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον."
61.705 Ὅσοι τοῦ Ἠλία μαθηταὶ τυγχάνετε, τοῦ τὴν πενιχρὰν τράπεζαν τῆς χήρας μὴ
ἐξουθενήσαντος, παρ' ἡμῖν 61.706 αὐλίσθητε. Τοιαύτη γὰρ καὶ παρ' ἡμῖν λόγων μετρία ἡτοίμασται τράπεζα, ἕνα ἄρτον ἔχουσα ἐπ' αὐτῆς· οὐχ 61.707 ὃν ὁ μύλος ἐλέπτυνε, καὶ χεῖρες ἐμάλαξαν καὶ πῦρ ἐτελείωσεν, ἀλλ' ὃν παρθένος ἄρουρα ἄνευ ἀρότρου καὶ σπέρματος ἤνθησε, καὶ σταυρὸς ὡρίμασε, καὶ Πατὴρ ἐτελείωσε, καὶ δώδεκα κόφινοι τῶν ἀποστόλων ἐτρύγησαν. Τοῦτον τὸν ἄρτον Μαρία μὲν ἐγέννησεν, ἡ Ἐκκλησία δὲ ὑπεδέξατο, καὶ καθ' ἑκάστην ἡμέραν ὑφ' ἡμῶν ἐσθίεται, καὶ ἀδαπάνητος μένει. Τοῦτον ὑμῖν τὸν ἄρτον ἐπὶ τῆς μετρίας μου τραπέζης ἐπιθεὶς, ἠβουλόμην τῇ σιωπῇ τὸ τῆς γλώττης μου ὄργανον περισφίγξαι· ἀλλ' ἡ τῶν θεομάχων Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἡμῶν ῥαπτομένη ἐπίβουλος ἐνέδρα καὶ τοὺς λίθους λαλεῖν ἀναγκάζει.
Τί γὰρ ἠκούομεν ἀρτίως ἀναγινωσκόμενον; Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι, συμβούλιον ἔλαβον κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ τίς ἡ αἰτία, δι' ἣν βουλεύονται ἀπολέσαι τὸν Κύριον; Ὅτι ἐν ἡμέρᾳ σαββάτων ἄνθρωπον ἐθεράπευσε, καὶ τὴν ἀργὴν καὶ ξηρὰν χεῖρα ἐν ἡμέρᾳ ἀργίας πρὸς ἔργον ἐξέτεινεν. Ὢ ἀναισθησία Ἰουδαίων τῶν μὴ νοούντων, ὅτι ἔδει τὴν ἐν τῷ παραδείσῳ δεξιὰν χεῖρα τοῦ Ἀδὰμ, ἁψαμένην τοῦ ξύλου καὶ ξηρανθεῖσαν τῇ παραβάσει, ταύτην πάλιν ὑπὸ τοῦ ἰδίου κεραμέως ἀναπλασθῆναι! ἢ ὅτι ἔδει τὴν ὑπὸ τοῦ διαβόλου διὰ τὴν τῶν ἀθέων εἰδώλων αἱμοχυσίαν δεξιὰν σπιλωθεῖσαν, διὰ τοῦ ἰδίου δημιουργοῦ πάλιν λαμπρὰν πρὸς οὐρανὸν ἐκταθῆναι! Ἀλλὰ λυποῦνται ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου καὶ σωτηρίᾳ ψυχῆς, καὶ τὴν μὲν ἀργίαν τοῦ σαββάτου ἐκδιδάσκουσι, τὴν δὲ θαυματουργίαν τοῦ Ἰησοῦ ἀγνοοῦσι. ∆ιὰ τί γὰρ, ὦ Φαρισαῖοι, οὐκ ἐλυπήθητε, ἢ τοιαῦτα οὐκ ἐμελετήσατε κατὰ τοῦ Μανασσῆ, ὅτε τὸν Ἡσαΐαν συνέπριζεν, ὅτε τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθυσίαζε τοῖς δαιμονίοις, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τεμένη τῶν εἰδώλων καθίδρυσε; διὰ τί τοιαύτην βουλὴν οὐκ ἠγάγετε κατὰ τοῦ Ἡρώδου, ὅτε τοὺς νηπίους ἀδίκως ἀπέσφαξε, καὶ μητέρας ἠτέκνωσεν; ὅτε ἦν ἰδεῖν δίκην ἀσταχύων ἀώρων τοὺς νηπίους κατακειμένους ἐν μιᾷ τομῇ σιδήρου, μήπω τὸν κόκκον τῆς καρδίας στερεὸν ἔχοντας, μήτε μὴν τοὺς ἀνθέρικας τῶν τριχῶν ἡβήσαντας, ἀλλ' ἐν αὐτῇ τῇ ἁπαλωτάτῃ τοῦ γάλακτος τροφῇ τυγχάνοντας, βιαίῳ θυμῷ χαλάζης ὑπὸ Ἡρώδου φονευομένους; ὅτε οἰμωγαὶ καὶ κοπετοὶ ἀνδρογύνων ἐν ταῖς τῆς πόλεως πλατείαις καὶ ῥύμαις ἠκούοντο, ἐκεῖ πατέρων λυσιφρένων, καὶ μητέρων λυσικόμων δεινῶς ὀλοφυρομένων ἐπὶ τῇ τῶν ἀώρων τέκνων ἀδίκῳ σφαγῇ; ὅτε τοῖς τῶν νηπίων αἵμασιν ἡ Βηθλεὲμ ἐφοινίσσετο, καὶ ἀώρων βοτρύων γλεῦκος ἄωρον τοῖς τῶν γονέων θερμοῖς δάκρυσι συνεκιρνᾶτο; ὅτε ὄψις πατέρων ὀλολυγμῷ διεστρέφετο, καὶ μητέρων σπλάγχνα τοῖς πόνοις εἱλίσσετο, καὶ γαλακτοφόροι πηγαὶ μαστῶν παρὰ καιρὸν ἐξηραίνοντο; ὅτε ἐν τοῖς τῶν μητέρων στέρνοις τὸ πνεῦμα στενοχώρως εἱλούμενον, περὶ τοὺς μυκτῆρας ἀτάκτως ἐφέρετο; ὅτε πατέρων καὶ μητέρων ὀφθαλμοὶ πηγὰς ὑδάτων ἐμιμοῦντο, καὶ ἀργυροχρόους σταγόνας δακρύων καχλαζόντων ἀπὸ παρειῶν ἐπὶ ἔδαφος ἔῤῥιπτον; ὅτε τρίχωμα γυναικῶν τοῖς αὐτῶν ὄνυξιν ὑπὸ πολλῆς ἀνοίας τῷ σπαραγμῷ κατεξαίνετο, καὶ οὓς ἔδει κρύπτειν πλοκάμους, τούτους τῇ μέθῃ τῆς λύπης ἐπόμπευον;
Ἀλλὰ τοὐναντίον φρονοῦντες, τοὐναντίον καὶ ποιεῖτε· καὶ τοὺς μὲν φονεῖς καὶ ὑπευθύνους θανάτου ἀφίετε, τοὺς δὲ ἀθώους καὶ δικαίους κολάζετε, τοῦ νόμου