1

 2

 3

 4

 5

 6

 7

 8

1

In illud: Filius ex se nihil facit

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, προειρηκότος (ἐπισκόπου) ὀλίγα εἰς τὸ Εὐαγγέλιον, εἰς τὸ, "Οὐδέποτε ἀφ' ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν

Πατέρα ποιοῦντα."

56.247 αʹ. Ὢ τῆς βίας, ὢ τῆς τυραννίδος. Πεπληρωμένην τὴν φιάλην ἔχων ὁ διδάσκαλος προειρηκὼς, ἄκροις τοῖς χείλεσιν γεύσασθαι ἡμᾶς ἐπήγαγε τὸ πόμα· τοῦτο δὲ πεποίηκεν, οὐ δι' ἔνδειαν διδασκαλίας· καὶ γὰρ καὶ πηγῆς οὐκ ἔλαττον βρύειν εἴωθεν· ἀλλ', ὥσπερ ἔφθην εἰπὼν, τῆς ὑμετέρας ἀγάπης φανερῶν τὴν τυραννίδα, ἢν περὶ τὴν ἡμετέραν σμικρότητα ἐπιδείκνυσθαι μεμελετήκατε· διὰ τοῦτο ταχέως ἐσίγησεν, καὶ τὸν λόγον κατέκλεισε, τῇ ἐπιθυμίᾳ τῇ ὑμετέρᾳ χαρίσασθαι βουλόμενος, καὶ ὁλοκλήρου τοῦ ὀφλήματος ἡμᾶς ὑπευθύνους καθιστάς. Ἐπεὶ οὖν καὶ αὐτὸς ἡμῖν τῷ λόγῳ παρεχώρησεν, καὶ ὑμᾶς ἐκκρεμαμένους ὁρῶ τῆς γλώττης τῆς ἡμετέρας, ἀνάγκη λοιπὸν ἀποδύσασθαι πρὸς τὰ παλαίσματα· ἀλλὰ συνάρασθέ μοι, καὶ χεῖρα ὀρέξατε, ταῖς εὐχαῖς διεγείροντες ἡμῶν τὴν γλῶσσαν, καὶ τῇ συνέσει τῆς ἀκροάσεως εὔκολον ἐργαζόμενοι τὴν διδασκαλίαν.

Ἐπεὶ καὶ ὁ προφήτης οὐ θαυμαστὸν ζητεῖ μόνον σύμβουλον, ἀλλὰ καὶ συνετὸν ἀκροατήν. Οὐ γὰρ ὁ τυχὼν ἡμῖν ἀγὼν πρόκειται σήμερον, ἀλλὰ πολλῶν δεόμενος εὐχῶν, πολλῆς δὲ ἀγρυπνίας τῆς τῶν ἀκροωμένων, πολλῆς δὲ σπουδῆς τοῦ λέγοντος, ἵνα καὶ λεχθῇ μετὰ ἀκριβείας τὰ λεγόμενα, καὶ φυτευθῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης. Οὐ γὰρ ἀκοῦσαι βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ παιδευθῆναι· οὐ μαθεῖν μόνον, ἀλλὰ καὶ διδάσκειν· οὐκ αὐτοὺς δέχεσθαι μόνον, ἀλλὰ καὶ εἰς ἑτέρους διαβιβάζειν. Οὕτω γὰρ ἡμῖν λαμπρότερον ἔσται τὸ θέατρον, καὶ πλείων ὁ σύλλογος, ὅταν ὑμεῖς δι' ὧν ἀκούετε καὶ ἑτέρους ἐπανάγειν δυνήσησθε. Τῇ μὲν οὖν προτέρᾳ συνάξει ταύτην εἰς μέσον ἀγαγὼν τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, καὶ δείξας ἐντεῦθεν τὴν πρὸς τὸν γεγεννηκότα ἰσότητα, ὅπερ καὶ πρὸ τούτου ἀπεφήνατο ὁ εὐαγγελιστὴς λέγων, ∆ιὰ τοῦτο μᾶλλον ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὕτω τὸν λόγον κατέλυσα.

Σήμερον δὲ τὰ παρὰ τῶν αἱρετικῶν ἡμῖν πρὸς ταῦτα ἀντεπαγόμενα ἀναγκαῖον διαλῦσαι. Εἰ γὰρ καὶ ἐν φίλοις ἀγωνιζόμεθα, ἀλλὰ τοσαύτῃ δεῖ κεχρῆσθαι τῇ ἀκριβείᾳ, ὥστε πανταχόθεν ἀνεξαπάτητον εἶναι τὸν λόγον καὶ ἀχείρωτον, καὶ εἰ ἐν 56.248 μέσοις τοῖς ἐχθροῖς γένοιτο. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐχὶ ἀκούειν βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ ἑτέρους παιδεύειν. ∆ιὸ δὴ μετὰ ἀκριβείας ἁπάσης περιθεῖναι ὑμῖν ὅπλα ἐσπούδακα τὰ πνευματικὰ, ὥστε μηδαμοῦ φανῆναι μέλος γυμνὸν, μηδὲ καιρίαν δέξασθαι πληγήν. Καὶ γὰρ ὅπλων τάξιν ἡμῖν ὁ λόγος ἐπέχει, φράττων μὲν ὁμοῦ τοὺς οἰκείους, βάλλων δὲ τοὺς ἐναντίους· βάλλων οὐχ ἵνα κατενέγκῃ, ἀλλὰ κειμένους ἀναστήσῃ. Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· ἐπὶ τῇ σωτηρίᾳ τῶν πολεμούντων τρόπαιον ἵστησιν. Ἵν' οὖν τοῦτο γένηται, συντείνατέ μοι τὴν διάνοιαν, πᾶσαν ἐκβάλλοντες φροντίδα βιωτικὴν, διαναστήσατε τὴν γνώμην, ὀξυδερκὲς παρέχετέ μοι τὸ ὄμμα. Μήτε ὁ πλούσιος ὑπὸ τῆς ῥᾳθυμίας χαυνούσθω, μήτε ὁ πένης ὑπὸ τῆς φροντίδος τῆς πενίας πιεζέσθω· ἀλλὰ πᾶσαν ταύτην ἐκβάλλοντες τοῦ βίου τὴν ἀνωμαλίαν, ἀκροατὴν παρεσκευασμένον ἕκαστος ἑαυτὸν παρεχέτω· οὐ γὰρ τὰ τυχόντα ἡμῖν τὰ προκείμενα νῦν. Καὶ διὰ τοῦτο