1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

1

In illud: Habentes eundem spiritum

ΕΙΣ ΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν, "Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ εἰς τὸ, "Ἐπίστευσα, διὸ

ἐλάλησα," καὶ περὶ ἐλεημοσύνης.

αʹ. Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως, οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλγοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων· καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην ὀδύνην, χαίρουσι δὲ διὰ τὴν ἐξ αὐτῆς τικτομένην ὑγίειαν. Τοῦτο καὶ ὁ Παῦλος ἐποίησεν ὁ σοφὸς τῶν ψυχῶν ἰατρός. Κορινθίοις γάρ ποτε δεομένοις ἐπιτιμήσεως σφοδροτέρας ἐπιτιμήσας, καὶ ἥσθη καὶ ἐλυπήθη· ἐλυπήθη μὲν, ὅτι ὠδύνησεν, ἥσθη δὲ, ὅτι ὠφέλησε. Καὶ ἀμφότερα ταῦτα δηλῶν, ἔλεγεν· Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ προτέρᾳ ἐπιστολῇ, οὐ 51.272 μεταμέλομαι, εἰ καὶ μετεμελόμην. ∆ιὰ τί μετεμέλου; διὰ τί δὲ πάλιν οὐ μεταμέλῃ; Μετεμελόμην, ἐπειδὴ σφοδρότερον ἔπληξα· οὐ μεταμέλομαι, ἐπειδὴ διώρθωσα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο, ἄκουσον τῶν ἑξῆς· Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς· νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰ καὶ πρὸς ὥραν ἐλύπησα ὑμᾶς, τὸ λυπητήριον πρόσκαιρον, φησὶ, τὸ δὲ ὠφέλιμον διηνεκές. ∆ότε δὴ κἀμοὶ ταῦτα τὰ ῥήματα, παρακαλῶ, πρὸς τὴν ἀγά 51.273 πην τὴν ὑμετέραν εἰπεῖν· ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ' ἡμᾶς μειζόνως ηὔφρανεν, Οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός. ∆ιὰ τοῦτο, ὅσον ὠδυνήθην τότε, τοσοῦτον νῦν χαίρω, ὁρῶν τὴν ἄμπελον ἡμῖν τὴν πνευματικὴν τῷ καρπῷ βριθομένην. Εἰ γὰρ ἐπὶ τῶν ἐδεσμάτων τῶν αἰσθητῶν φέρει τινὰ φιλοτιμίαν καὶ εὐφροσύνην τῷ καλοῦντι τῶν δαιτυμόνων τὸ πλῆθος, πολλῷ μᾶλλον ἐπὶ τῶν ἐδεσμάτων τῶν πνευματικῶν τοῦτο γένοιτ' ἄν· καίτοι γε ἐκεῖ τὸ πλῆθος τῶν κεκλημένων μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐκ ἀναλίσκει τὸ πλῆθος τῶν κεκλημένων, ἀλλὰ καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο ἐργάσεται· καὶ γὰρ τοιαύτη τῶν πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται. Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν ἐνηχῆσαι ἡμῶν τῇ διανοίᾳ. Ὅταν γὰρ ἴδῃ πολλοὺς παρόντας, τότε δαψιλεστέραν παρατίθεται τὴν ἑστίασιν· οὐκ ἐπειδὴ τῶν ὀλίγων καταφρονεῖ, ἀλλ' ἐπειδὴ τῆς τῶν πολλῶν ἐφίεται σωτηρίας. ∆ιὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας πόλεις, ἐν Κορίνθῳ μένειν ἐκέλευσε φανεὶς ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ οὐδὲ τῶν ὀλίγων καταφρονεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται ἐν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ