1
In illud: Hoc scitote quod in novissimis diebus
ΟΜΙΛΙΑ Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί.
56.271
αʹ. Ἀσθενὴς μέν εἰμι καὶ πτωχὸς, καὶ διδασκαλικῶν ἄπειρος λόγων· ἀλλ' ὅταν ἴδω τὸν ὑμέτερον σύλλογον, ἐπιλανθάνομαι τῆς ἀσθενείας, ἀγνοῶ τὴν πτωχείαν, οὐκ οἶδα τὴν ἀπειρίαν· τοιαύτη γὰρ τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. ∆ιὸ καὶ τῶν ἐν εὐπορίᾳ καθεστώτων προθυμό τερον ὑμῖν τὴν τῆς πτωχείας παρατίθημι τράπεζαν. Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρε μάμενοι γλώττης. Οὕτω καὶ νεοσσοὶ χελιδόνων, ἐπειδὰν ἴδωσι προσιπταμένην τὴν μητέρα, τῆς καλιᾶς προκύ ψαντες καὶ τοὺς αὐχένας ποιήσαντες ἐκκρεμεῖς, οὕτω δέχονται τὴν παρ' ἐκείνης τροφήν.
Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέ χεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διά λεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα. Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγο μεν Εἰς ὦτα ἀκουόντων; Κοινὸς ὁ πόνος, κοινὸς καὶ ὁ στέφανος· κοινὸν τὸ κέρδος, κοινὸς καὶ ὁ μισθός. ∆ιὰ τοῦ το καὶ ὁ Χριστὸς ἐμακάρισε τοὺς μαθητὰς λέγων· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι. ∆ότε μοι ταῦτα τὰ ῥήματα καὶ πρὸς ὑμᾶς εἰπεῖν, ἐπειδὴ καὶ τὴν αὐτὴν ἐπιδείκνυσθε προθυμίαν· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέ πουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀλλ' ὅτι μὲν ὑμῶν τὰ ὦτα ἀκούει, δῆλον· ὅτι δὲ καὶ οἱ ὀφθαλμοὶ βλέπουσι, καθάπερ ἔβλεπον οἱ μαθηταὶ τότε, τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μὴ ἐξ ἡμισείας, ἀλλ' ὁλόκλη ρος ὑμῶν ὁ μακαρισμὸς ᾖ. Τί οὖν ἔβλεπον τότε οἱ μα θηταί; Νεκροὺς ἀνισταμένους, τυφλοὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυνομένους, χωλοὺς βαδίζοντας, ἅπαν φύσεως ἁμάρτημα διορθούμενον. Ταῦ τα βλέπετε καὶ ὑμεῖς νῦν, εἰ καὶ μὴ τοῖς τοῦ σώματος, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς. Τοιαῦται γὰρ αἱ τῆς πίστεως ὄψεις· τὰ μὴ φαινόμενα βλέπουσι, καὶ τὰ μηδέ πω πραχθέντα κατανοοῦσι. Πόθεν τοῦτο δῆλον, ὅτι πί στις ὄψις ἐστὶ τῶν μὴ βλεπομένων καὶ ἔλεγχος; Ἄκουσον τοῦ Παύλου λέγοντος· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Καὶ τὸ δὴ θαυμαστὸν, οὖτοι μὲν οἱ τῆς σαρκὸς ὀφθαλ μοὶ τὰ μὲν ὁρώμενα βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα οὐ βλέπουσιν· οἱ δὲ τῆς πίστεως ὀφθαλμοὶ τοὐναντίον ἅπαν, τὰ μὲν ὁρώμενα οὐ βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα βλέ πουσι. Καὶ ὅτι τὰ βλεπόμενα οὐ βλέπουσι, καὶ τὰ μὴ βλεπόμενα βλέπουσιν, ὁ Παῦλος ἐδήλωσεν εἰπὼν οὕτως· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερ βολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν 56.272 κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Καὶ πῶς ἄν τις ἴδοι τὰ μὴ βλεπόμενα; Πῶς ἄλλως, ἀλλ' ἢ τοῖς τῆς πίστεως ὀφθαλ μοῖς; Οὕτω καὶ ἀλλαχοῦ φησι· Πίστει νοοῦμεν κατηρ τίσθαι τοὺς αἰῶνας.
Πῶς; οὐ γὰρ εἴδομεν. Εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι, φησί. Βού λεσθε καὶ ἑτέραν παράγω μαρτυρίαν, ὅτι τὰ μὴ βλεπό μενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοί; Γαλάταις ποτὲ γράφων ὁ Παῦλος ἔλεγεν· Οἷς κατ' ὀφθαλμοὺς Ἰη σοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος. βʹ. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἐν Γαλατίᾳ σταυρού μενον αὐτὸν εἶδον Γαλάται; οὐχὶ πάντες ὁμολογοῦμεν, ὅτι ἐν Παλαιστίνῃ ἐν μίσῃ Ἰουδαίᾳ τὸ πάθος ἐγένετο; Πῶς οὖν αὐτὸν εἶδον σταυρούμενον