1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

In illud Isaiae: Ego dominus deus feci lumen

ΕΙΣ ΤΗΝ ΠΡΟΦΗΤΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν· "Ἐγὼ Κύριος ὁ Θεὸς ἐποίησα φῶς καὶ σκότος, ποιῶν εἰρήνην, καὶ κτίζων κακά."

56.141 αʹ. Ὀλίγα μὲν τὰ εἰρημένα, γλυκεῖα δὲ τοῦ μέλιτος ἡ πηγὴ, μέλιτος κόρον

οὐκ ἔχοντος. Τοῦτο μὲν γὰρ τὸ αἰσθητὸν μέλι ἐν τῇ γλώττῃ καταλύει τὴν ἡδονὴν, καὶ εἰς φθορὰν χωρεῖ· τὸ δὲ τῆς διδασκαλίας μέλι ἐγκεύθεται τῷ συνειδότι, διηνεκῆ τὴν εὐφροσύνην παρασχὸν, καὶ πρὸς ἀφθαρσίαν ἡμᾶς χειραγωγοῦν. Καὶ τὸ μὲν ἀπὸ βοτανῶν συντίθεται, τὸ δὲ ἀπὸ τῶν θείων Γραφῶν ὑφαίνεται. Τοῦτο σήμερον ὑμᾶς ἐν έπλησεν ὁ καλῶς εἰρηκὼς, καὶ τῆς ὑπακοῆς τὸ βρα βεῖον ἥρπασε, καὶ τῆς ἀγάπης τὴν ἰσχὺν ὑπέδειξε καὶ τῆς πίστεως τὴν εὐγένειαν.

Φέρε δὴ καὶ ἡμεῖς τὴν εἰωθυῖαν πάλιν ὑμῖν παραθῶμεν τράπεζαν μετὰ πολλῆς τῆς προθυμίας· καὶ γὰρ σφόδρα χαίρομεν, ὅτι ἱπποδρομίας οὔσης λαμπρᾶς, τοσοῦτον ἐνταῦθα πλῆ θος ἀφῖκται τῆς ἐκεῖ καταφρονῆσαν διατριβῆς. ∆ιὸ δὴ καὶ αὐτοὶ μετὰ πολλῆς τῆς δαψιλείας τὸν κρατῆρα ἱστῶμεν, κρατῆρα οὐ μέθην ποιοῦντα, ἀλλὰ σωφρο σύνην κατασκευάζοντα. Τοιοῦτος γὰρ ὁ τῶν Γραφῶν οἶνος, τοιαῦτα τῆς τραπέζης ταύτης τὰ ὄψα· οὐ πιαί 56.142 νει σάρκα. Καὶ ταῦτα λέγομεν οὐκ ἀτιμάζοντες τῆς σαρκὸς τὴν φύσιν, ἀλλὰ προτιμῶντες τῆς ψυχῆς τὴν εὐγένειαν· οὐδὲ τὴν χρῆσιν ἐκβάλλοντες, ἀλλὰ τὴν ἀμετρίαν κολάζοντες. Κἂν γὰρ φιλοσοφῶμεν, οὕτω δεῖ φιλοσοφεῖν, ὥστε μὴ διδόναι τοῖς τῶν αἱρετικῶν στό μασι λαβήν. Καὶ γὰρ τὸ σῶμα τοῦτο ἔλαττον μὲν τῆς ψυχῆς, οὐκ ἐναντίον δὲ τῇ ψυχῇ· ἀλλ' ἁπλῆ μὲν αὐτὴ, διακονεῖται δὲ ταῖς ἐπιθυμίαις ταῖς ἐκείνου. Ὁ ἀριστοτέχνης Θεὸς οὐκ ἐκ μιᾶς καὶ δύο καὶ τριῶν οὐσιῶν τόδε τὸ πᾶν συνεστήσατο, ἀλλὰ ποικίλας καὶ διαφόρους φύσεις εἰσήγαγε, τῆς οἰκείας σοφίας τὴν περιουσίαν ἐν τῇ διαφορᾷ τῶν γινομένων ἐπιδεικνύ μενος. Οὐ γὰρ οὐρανὸν ἐποίησε μόνον, ἀλλὰ καὶ γῆν· οὐ γῆν μόνον, ἀλλὰ καὶ ἥλιον· οὐχ ἥλιον μόνον, ἀλλὰ καὶ σελήνην· οὐ σελήνην μόνον, ἀλλὰ καὶ ἀστέρας· οὐκ ἀστέρας μόνον, ἀλλὰ καὶ ἀέρα· οὐκ ἀέρα μόνον, ἀλλὰ καὶ νεφέλας· οὐ νεφέλας μόνον, ἀλλὰ καὶ αἰθέρα· οὐκ αἰθέρα μόνον, ἀλλὰ καὶ λίμνας, καὶ πηγὰς, καὶ ποτα μοὺς, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ λειμῶνας, 56.143 καὶ παραδείσους, καὶ σπέρματα, καὶ φυτὰ, βοτανῶν εἴδη ποικίλα, καὶ διάφορα σχήματα, καὶ διαφόρους ἐνεργείας, καὶ διαφόρους φύσεις, ἃ πανταχοῦ τῷ κό σμῳ περιιὼν ἴδοι τις ἄν· καὶ τὸ σῶμα τῆς οἰκουμέ νης ἐπιτρέχων τῷ λογισμῷ, ἐρεῖ μετὰ τοῦ Προφήτου· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας.

Ὥστε εἰ βούλει θέατρον ἰδεῖν, καταλιπὼν ἐκεῖνο τὸ σατανικὸν, ἐλθὲ ἐπὶ τοῦτο τὸ πνευματικόν· εἰ βούλει λύρας ἀκοῦσαι, ἀφεὶς ἐκείνην τὴν μελῳδίαν, καὶ τὸ εὔτονον τῆς διανοίας συντείνας, ἐλθὲ ἐπὶ ταύτην τὴν διεγείρουσάν σου τὸ φρόνημα, νευροῦσάν σου τὴν διάνοιαν. Ὅρα φθόγγους διαφόρους καὶ νευρὰς ἐνηλλαγμένας, μίαν καὶ παναρ μόνιον τῷ ἀριστοτέχνῃ Θεῷ πανταχόθεν ἀναπεμ πούσας [μελῳδίαν. Ὡσεὶ] γάρ τις [φθόγγος τοῦ πνεύ ματος] ἐκ διαφόρων φθόγγων συγκείμενος μίαν ἔχει μελῳδίαν, τὴν εἰς τὸν ποιήσαντα δοξολογίαν· καὶ ἠχοῦσι μὲν καθ' ἑαυτὰς αἱ νευραὶ, ἠχοῦσι δὲ καὶ μετ' ἀλλήλων. Καὶ ἵνα μάθῃς πῶς καθ' ἑαυτὰς ἠχοῦσι, κροῦσον τῷ λογισμῷ τὴν νευρὰν τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ μεγάλα ἠχούσης, καὶ τῷ Θεῷ δόξαν ἀναπεμ πούσης.

Ὅπερ οὖν καὶ ὁ Προφήτης συνιδὼν, ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἀπὸ τῆς νευρᾶς ἐκείνης μετάβηθι ἐπὶ τὴν νευρὰν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ ὄψει καὶ τούτους τοὺς