1

 2

 3

1

In illud: Nolite thesaurizare vobis thesauros in terra

(Κωδ. 27 συλλογῆς ἁγ. Σάββα φυλ. 27α-29β.) "Τοῦ αὐτοῦ εἰς τὸ "μὴ θησαυρίζετε ἑαυτοῖς θησαυροὺς ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς"

Ὁ φιλάνθρωπος δεσπότης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Λόγος, ὁ ὅμοιος κατὰ

πάντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ παναγίῳ, ἀφ' ὧν αὐτὸς διὰ φιλανθρωπίαν χαρίζεται, ἀπὸ τούτων καὶ ἡμᾶς εἰς φιλανθρωπίαν προσκαλεῖται· διὸ ἔλεγε "γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν" "ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους". Ὅταν δὲ εἴπῃ ὁ 630 τοῦ Πατρός, δῆλον ὅτι τὴν φύσιν τῆς ἁγ. Τριάδος κηρύττει. Καὶ γὰρ Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός· οὔτε γὰρ ἀλλότριος τῆς φύσεως τοῦ Πατρὸς ὁ Υἱός· δῆλον ὅτι καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον.

Πῶς γὰρ Πέτρος ἔλεγε πρὸς Ἀνανίαν "ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; ... οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ"; Οὐκοῦν θεότητα τριάδος προσκυνήσωμεν, ἵνα μὴ θεότητος ἐκπέσωμεν. Ποῦ τοίνυν ἡμᾶς χειραγωγεῖ λέγων "μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσι"; Ἐπεὶ καὶ ἐλεεινῶς ἡμᾶς προτρέπεται ἐπὶ φιλανθρωπίαν προσκαλούμενος καὶ λέγων· ᾔτησας καὶ ἔδωκα· ὅταν δὲ καὶ σὺ παρὰ τῶν πενήτων αἰτηθῇς χάρισαι Ἐζήτησας ὀλίγα καὶ ἔδωκά σοι πολλά. Καὶ σὺ ὅταν αἰτηθῇς πολλά, κἂν ὀλίγα χάρισαι. Ἀπηγόρευσεν ἡ γῆ παρ' ὀλίγον τὰς ἐλπίδας, ἀπηγόρευσε τὰ γεννήματα, τὸ οὐράνιον γάλα. Φόβος καὶ τρόμος τῶν ἀνθρώπων τὰς καρδίας διέσεισε. Ἀνέμεινα τὴν δόσιν, ἵνα σὺ ζητήσῃς τὴν δόσιν· ὑπερεθέμην τὴν χάριν, ἵνα σὺ προέλθῃς τῇ χάριτι. Ἠπείλησα πρὸς ὀλίγον, ἵνα μάθῃς τὸν βρέχοντα καὶ προσκυνήσῃς τὸν τρέφοντα, ἵνα ἐπιγνῷς τὸν ζωήν σοι παρέχοντα. Ἐγὼ ὡς ἐπεγνώσθην, παρεκλήθην. ∆έδωκας πλουσιωτέραν τὴν δωρεάν. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν "ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν". Ἐπληθύνθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον δι' ὑμῶν τῶν λιτανευόντων ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, μᾶλλον δὲ σκεπάσαι τὰ γεννήματα. Καὶ βοᾷ πρὸ τῶν λόγων τὰ πράγματα. Τοιγαροῦν οἱ λαβόντες παρ' ἐμοῦ μεγάλα, κἂν μικρὰ τοῖς πένησι χαρίσασθε.

Ἐγὼ τὰ μεγάλα χαρίζομαι, δίδου σὺ τὰ μικρὰ ἀπὸ τῶν μεγάλων, ὧν ἔλαβες παρ' ἐμοῦ· τὰ ἐμὰ ἐμοὶ δός· ἐγὼ τὴν χάριν λογίζομαι, κἀγὼ αὐτὰ ποιήσω μετὰ πολλῆς προσθήκης. ∆ιὰ γὰρ τοῦτο ἐκάλεσά σε, φησί, καὶ ἑτέροις δοῦναι, ἵνα σὺ μᾶλλον ἀσφαλέστερα κατέχῃς· ὡς μὲν γὰρ αὐτὰ κατέχεις οὐδὲ οὕτως κατέχεις, ὅταν δὲ ἑτέροις δώσῃς δι' ἐμέ, τότε αὐτὰ ποιήσω μετὰ πάσης προσθήκης. Οὕτως ἡ φιλία τοῦ Θεοῦ πάντα ὑπερβαίνει. ∆ῶμεν τοίνυν τῷ 631 Θεῷ τῷ δεδωκότι. Ὁ γὰρ δοὺς ἡμῖν, μηδὲν λαβὼν παρ' ἡμῶν, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν αὐτὸν δώσει μειζόνως. Ἐγὼ τὸ αἷμα ἐξέχεα ὑπὲρ σοῦ· σὺ κἂν ἀργύριον δὸς ὑπὲρ ἐμοῦ μὴ κατὰ τὸν Ἰούδαν εἰς προδοσίαν ἀλλὰ τῷ πένητι διὰ φιλανθρωπίαν.

Ἐγὼ Θεὸς ὢν ἄνθρωπος γέγονα διὰ σέ· σὺ τὸν ἄρτον χάρισαι διὰ σαυτὸν τῷ πένητι, οὐχ ἵνα πένητα θρέψῃς μόνον· ἀλλ' ἵνα κἀμὲ διὰ τοῦ πένητος θρέψῃς καὶ χορτάσῃς τὸν εἰπόντα· "ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν" καὶ "ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε". Οὕτω λέγει ὁ Θεὸς ὁ τῶν ὅλων ∆εσπότης· "ὅτι σοὶ ἐγκαταλέλειπται ὁ πτωχός". Ὥσπερ ἂν παιδίῳ δώσῃ ἀργύριόν τις, μετὰ πάσης ἀσφαλείας κατέχειν ἐπιτάττει καὶ λαβὼν μετὰ πάσης σπουδῆς ἀσφαλίζεται, οὕτω θέλει ὁ Θεός· δός, φησί, τῷ δεομένῳ, παράδος εἰς τὸν