1
In illud: Pater, si possibile est, transeat
ΕΙΣ ΤΟ Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· καὶ κατὰ Μαρκιωνιστῶν καὶ Μανιχαίων· καὶ ὅτι οὐ χρὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, ἀλλὰ παντὸς
θελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα.
51.31 αʹ. Βαθεῖαν τομὴν τοῖς ἁρπάζουσι καὶ πλεονεκτεῖν βουλομένοις πρώην
ἐδώκαμεν· οὐχ ἵνα πλήξωμεν, ἀλλ' ἵνα διορθωσώμεθα· οὐ τοὺς ἀνθρώπους μισοῦντες, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενοι. Ἐπεὶ καὶ ἰατρὸς τέμνει τὸ ἕλκος, οὐ τῷ νοσοῦντι σώματι πολεμῶν, ἀλλὰ τῇ νόσῳ καὶ τῷ τραύματι μαχόμενος. Φέρε δὴ, σήμερον μικρὸν ἐνδῶμεν αὐτοῖς, ὥστε αὐτοὺς ἀπὸ τῆς ὀδύνης ἀναπνεῦσαι, καὶ μὴ συνεχῶς πληττομένους ἀποσκιρτῆσαι τῆς θεραπείας. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· μετὰ τὰς τομὰς ἐμπλάστρους ἐπιτιθέασι καὶ φάρμακα, καὶ διαλιμπάνουσιν ἡμέρας, τὰ παραμυθούμενα τὴν ὀδύνην ἐπινοοῦντες.
Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι σήμερον ἐπινοοῦντες, ὥστε καρπώσασθαι τὴν ἀπὸ τῆς ἡμετέρας διαλέξεως ὠφέλειαν, καὶ τὸν περὶ δογμάτων κινήσωμεν λόγον, εἰς τὰ ἀνεγνωσμένα τὸν λόγον ἀφιέντες. Καὶ γὰρ οἶμαι πολλοὺς διαπορεῖν, τίνος ἕνεκεν ταῦτα εἴρηται παρὰ τοῦ Χριστοῦ· εἰκὸς δὲ καὶ αἱρετικοὺς παρόντας ἐπιπηδῆσαι τοῖς εἰρημένοις, καὶ πολλοὺς τῶν ἀφελεστέρων ἀδελφῶν ἐντεῦθεν ὑποσκελίζειν. Ἵν' οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψωμεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ἐπεὶ καὶ ὁ εὐνοῦχος Κανδάκης ἀνεγίνωσκεν, ἀλλ' ἕως ὅτε παρεγένετο ὁ διδάσκων αὐτὸν τί ποτε ἦν ὃ ἀνεγίνωσκεν, οὐδὲν ἐκαρποῦτο μέγα. Ἵν' οὖν μὴ καὶ ὑμεῖς τὸ αὐτὸ πάθητε, προσέχετε τοῖς λεγομένοις, συντείνατε τὴν διάνοιαν, σχολάζουσάν μοι τὴν ψυχὴν παράσχετε, ὀξυδερκὲς ἔστω τὸ ὄμμα, συντεταμένη ἡ γνώμη· ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα· ἀλλὰ βαθύγειον καὶ λιπαρὰν γεωργοῦντες ἄρουραν, κομῶντα τὸν ἄσταχυν ἀμήσωμεν. Ἐὰν γὰρ οὕτω προσέχητε τοῖς λεγομένοις, καὶ ἡμῖν κουφότερον τὸν πόνον ἐργάσεσθε, καὶ ὑμῖν εὐκολωτέραν τὴν εὕρεσιν κατασκευάσετε. Τί οὖν ἐστι τὸ ἀνεγνωσμένον; Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. Τί ποτέ ἐστιν ὅ φησι;
∆εῖ γὰρ τὸ εἰρημένον σαφέστερον ἑρμηνεύσαντας, οὕτως ἐπαγαγεῖν τὴν λύσιν. Τί οὖν ἐστιν ὅ φησι; Πάτερ, εἰ δυνατὸν, παράγαγε τὸν σταυρόν. Τί λέγεις; ἀγνοεῖ εἴτε δυνατὸν, εἴτε ἀδύνατον, τοῦτο; Καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι τὰ ῥήματα ἀγνοοῦντός ἐστιν· ἡ γὰρ τοῦ, Εἰ, προσθήκη, ἀμφιβάλλοντός 51.32 ἐστιν, ἀλλ', ὅπερ ἔφην, οὐ δεῖ τοῖς ῥήμασι προσέχειν, ἀλλὰ πρὸς τὰ νοήματα τρέπεσθαι, καὶ τὸν σκοπὸν τοῦ λέγοντος εἰδέναι, καὶ τὴν αἰτίαν, καὶ τὸν καιρὸν, καὶ πάντα συναγαγόντα, οὕτω θηρᾷν τὴν ἐναποκειμένην διάνοιαν. Ἡ οὖν σοφία ἡ ἀπόῤῥητος, ὁ τὸν Πατέρα οὕτως εἰδὼς, ὡς ὁ Πατὴρ οἶδε τὸν Υἱὸν, πῶς ἂν τοῦτο ἠγνόησεν; Οὐδὲ γὰρ μείζων αὕτη ἡ γνῶσις ἡ περὶ τοῦ πάθους τῆς γνώσεως τῆς περὶ τῆς οὐσίας, ἣν ἀκριβῶς μόνος οἶδεν αὐτός. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Καὶ τί λέγω περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ; Οὐδὲ γὰρ οἱ προφῆται φαίνονται τοῦτο ἠγνοηκότες, ἀλλὰ καὶ εἰδότες σαφῶς καὶ προαναφωνοῦντες μετὰ