1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

In illud: Si esurierit inimicus

ΠΡΟΣ ΤΟΥΣ Μὴ ἀπαντήσαντας εἰς τὴν σύναξιν, καὶ εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτὸν," καὶ περὶ τοῦ

μνησικακεῖν.

51.171 αʹ. Οὐδὲν, ὡς ἔοικεν, ὠφελήσαμεν, μακρὸν λόγον πρώην πρὸς ὑμᾶς ἀποτείναντες ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς· πάλιν γὰρ ἡμῖν ἔρημος ἡ ἐκκλησία τῶν τέκνων. ∆ιὸ καὶ πάλιν ἀναγκάζομαι ἐπαχθὴς φανῆναι καὶ βαρὺς, ἐπιτιμῶν τοῖς παροῦσιν, ἐγκαλῶν τοῖς ἀπολειφθεῖσιν· ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳθυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν οὐκ ἀντελάβεσθε σωτηρίας. Ἀναγκάζομαι βαρὺς φανῆναι καὶ ἐπαχθὴς, οὐχ ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν κτημάτων, ἀλλ' ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας σωτηρίας, ἧς οὐδὲν ἐμοὶ προτιμότερον. Ὁ βουλόμενος βαρυνέσθω, καὶ φορτικὸν καὶ ἀναίσχυντον καλείτω· ἐγὼ δὲ οὐ παύσομαι συνεχῶς ὑπὲρ τῶν αὐτῶν ἐνοχλῶν· τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον 51.172 ἐμοί. Ἴσως γὰρ, ἴσως, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἐρυθριάσαντες, τὸ μὴ συνεχῶς ὀχλεῖσθαι περὶ τῶν αὐτῶν, ἀντιλήψεσθέ ποτε τῆς κηδεμονίας τῶν ἀδελφῶν τῶν ὑμετέρων. Τί γάρ μοι τῶν ἐπαίνων ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ' ἀρετήν; τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόντων, ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν; Ἔπαινος γὰρ τοῦ λέγοντος οὐχ ὁ κρότος, ἀλλ' ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν ἀκουόντων· οὐχ ὁ θόρυβος κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλ' ἡ σπουδὴ ἡ διαπαντὸς τοῦ χρόνου. Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο· τὸ δὲ βελτίονας γενέσθαι τοὺς ἀκούοντας, ἀγήρω καὶ ἀθάνατον φέρει τὸν μισθὸν καὶ τῷ λέγοντι καὶ τοῖς πειθο 51.173 μένοις. Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι παῤῥησίαν τῷ διδάξαντι. Ὥστε, εἴ τις τῶν λεγόντων ἐρᾷ, μὴ τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω. Οὐκ ἔστι τὸ τυχὸν κακὸν ἀδελφῶν ἀμελεῖν, ἀλλ' ἐσχάτη κόλασις, καὶ ἀπαραίτητος τιμωρία· καὶ τοῦτο ὁ τὸ τάλαντον καταχώσας ἐδήλωσεν. Οὐδὲν γοῦν ὑπὲρ τῆς οἰκείας ἐνεκαλεῖτο ζωῆς· οὐδὲ γὰρ ἐγένετο κακὸς περὶ τὴν καταθήκην· ὁλόκληρον γὰρ αὐτὴν ἀπέδωκεν· ἀλλ' ὅμως ἐγένετο κακὸς καὶ περὶ τὴν ἐργασίαν τῆς παρακαταθήκης. Οὐ γὰρ ἐδιπλασίασε τὸ πιστευθέν· διὸ καὶ ἐκολάζετο. Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν καὶ συγκεκροτημένοι, κἂν πολλὴν ἐπιθυμίαν ἔχωμεν περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῶν. ∆ιπλασιάσαι γὰρ χρὴ τὴν παρακαταθήκην, διπλῆ δὲ γίνεται, ὅταν μετὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς ἑτέρων ἀντιλαμβανώμεθα προνοίας. Ἐπεὶ κἀκεῖνος εἶπεν, Ἴδε ἔχεις τὸ σὸν σῶον· ἀλλ' οὐκ ἤρκεσεν αὐτῷ τοῦτο πρὸς ἀπολογίαν. Ἔδει γὰρ, φησὶ, καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας τὸ καταβληθέν. Καί μοι σκόπει, πῶς κοῦφα τοῦ ∆εσπότου τὰ ἐπιτάγματα. Ἄνθρωποι μὲν γὰρ τοὺς δανείζοντας χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους ποιοῦσι. Σὺ κατέβαλες, σὺ, φησὶν, ἀπαίτησον· ἐμοὶ λόγος οὐδεὶς πρὸς τὸν δεξάμενον. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ. Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέγων ἐστί. ∆ιὸ τῆς καταβολῆς ὑπεύθυνόν σε ποιῶ μόνον, φησὶ, τῆς δὲ ἀπαιτήσεως οὐκέτι. Τί τούτου κουφότερον; Ἀλλ'