1

 2

 3

 4

 5

 6

 7

 8

1

In illud: Simile est regnum caelorum patri familias

Λόγος κατηχητικὸς εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· "Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ

μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ," καὶ τὰ ἑξῆς.

59.577 αʹ. Ὁρῶ τῇ ποίμνῃ τῶν εὐσεβῶν μεμιγμένα πρόβατα ξένα, νέαν τὴν σφραγῖδα τοῦ ἐπουρανίου ποιμένος ἐπὶ τῶν μετώπων ἐπιφερόμενα· καὶ βούλομαι διδασκαλίας χλόην εὑρεῖν κατάλληλον τοῖς γευσαμένοις ἤδη τῆς 59.578 χάριτος, καὶ τοῖς μέλλουσι κρῖναι τὴν πόαν τοῦ πνεύ ματος· ἵνα τῆς αὐτῆς κατηχήσεως ἡ νομὴ τοῖς μὲν πε φωτισμένοις ὑπόμνησις γένηται τῶν τοῦ Θεοῦ δωρεῶν, τοῖς δὲ φωτισθησομένοις πλείονα προτροπὴν πρὸς τὸ 59.579 βάπτισμα. ∆εῖ γὰρ πρὸς ἑκατέρους κεκρᾶσθαι τὸν λό γον, διὰ τὸ κεκρᾶσθαι τὸν φιλόθεον δῆμον ἔκ τε μεμυη μένων καὶ μυουμένων ἀνδρῶν.

Εὗρον τοίνυν πόθεν ἑστιάσω καὶ ὑμᾶς τοὺς οἰκογενεῖς ἀρχαίους ἅπαντας τοῦ Χριστοῦ, καὶ πῶς τοὺς νεωνήτους δούλους ἡμῶν προτρέψω πρὸς τὴν ἐλευθερίαν τῆς κλήσεως· ἀπαγγελῶ τοῖς ἐμοῖς ἀδελφοῖς ῥήσεις δεσποτικὰς δυναμένας καὶ τοὺς πάλαι καταλαβόντας τὸν βασιλικὸν ἀμπελῶνα προ θυμοτέρους ἐργάσασθαι, καὶ τοὺς ἄρτι παρακύψαντας εἰς αὐτὸν διεγεῖραι πρὸς τὸν ὅμοιον ζῆλον. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Οἰκοδεσπότην ὁ ∆εσπότης ἑαυ τὸν ὀνομάζει· ἐργάτας δὲ περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην καὶ ἑνδεκάτην καλουμένους προσαγορεύει πάν τας τοὺς εὐσεβεῖς, τοὺς ἐν διαφόροις ἡλικίαις δεξαμέ νους τὸ βάπτισμα· ἀμπελῶνα τὰ σωτήρια λέγει προσ τάγματα, μικρὸν ἔχοντα πόνον, πολὺ δὲ τὸ κέρδος. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετ' αὐτῶν, τουτέστι τῶν ἐργατῶν, ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ὁ οἰκοδεσπότης ἐγώ εἰμι· ὥσπερ γὰρ ὁ οἰκοδεσπότης, οἰκίας, ὡς βούλεται, οἰκοδομεῖ, οὕτως ἐγὼ τὸν κόσμον ὅλον, ὡς θέλω διατάττω. Ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος φορέσας τὴν νεφέλην τῆς ἀνθρωπότητος, συγκατέβην τῇ ἀνθρωπότητι, καὶ περιέρχομαι ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνά μου. Οὐ χρῄζω ἀνθρώπων ἀμπελουργῶν· ἔχω γὰρ ἀγγέλους καὶ ἀρχαγγέλους ποιοῦντας ἃ βούλομαι· ἀλλὰ ποθῶ τοὺς ἐπιγείους δούλους μου ἐν τοῖς ἐμοῖς κτήμασιν αὐλιζομένους ὁρᾷν. Ἐγὼ περιτρέχω, καὶ περι βλέπομαι πανταχοῦ τίνας εὕρω, τίνας μισθώσωμαι, οὐχ ἵνα μόχθοις ἀλλοτρίοις πλουτήσω, ἀλλ' ἵνα πλουτίσω τοὺς ὑπακούοντάς μοι. Ἐγὼ τὸν Πέτρον καὶ Ἰωάννην καὶ τοὺς ἄλλους μαθητὰς, τοὺς ἀόκνους φυτουργοὺς τῆς οἰκουμένης συνήγαγον· συνεφώνησα πρὸς αὐτοὺς ἐκ δηναρίου τὴν ἡμέραν· ἀπεμισθωσάμην αὐτῶν πᾶσαν τὴν ζωὴν, καὶ ἐπηγγειλάμην αὐτοῖς ὑπὲρ πάσης ὁμοῦ τῆς ἐργασίας διδόναι μισθὸν τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' οὐκ ἀρκοῦσιν οὗτοι μόνοι τὴν ἐμὴν κορέσαι ψυχήν. Οὐ δύναμαι βλέπειν εὐαριθμήτους γεωργοὺς γεωργοῦν τάς μου τὸ γεώργιον· στενοχωροῦμαι τοὺς ὀφθαλμούς μου, τοσούτους μόνον ὁρῶν· ἔτι καὶ ἄλλους γηπόνους διψῶ, ἔτι καὶ ἄλλους μισθοφόρους ποθῶ, ἔτι καὶ ἄλλους μύστας ζητῶ. Εὐρύχωρός ἐστι καὶ μέγας ὁ παράδεισος τῶν ἐμῶν ἐντολῶν· πάντας τοὺς πιστεύσαντάς μοι χω ρεῖ· πάντας τοὺς φιλαρέτους ὑποδεχόμενος ἔτι πλατύ τερος γίνεται.

Τί οὖν ποιήσω; πόθεν πληρώσω τοὺς ἐμοὺς περιβόλους; πόθεν πλείονας ἀπογράφους προ τρέψομαι; Ἐξέλθω πάλιν εἰς τὰς τριόδους αὐτῶν, ἐξέλθω πρὸς