1

 2

 3

 4

 5

 6

 7

1

In illud: Utinam sustineretis modicum

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.

51.301

αʹ. Ἅπαντας μὲν φιλῶ τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλ πιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ. Τοῦτο δὲ εἶπον, καὶ ὃν περὶ αὐτὸν ἔρωτα ἔχω, εἰς μέσον ἐξήνεγκα, ἵνα καὶ ὑμᾶς κοινωνοὺς ποιήσω τοῦ φίλτρου. Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς κατ αισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες· οἱ δὲ τὸν πνευματικὸν, μηδέποτε ὁμολογοῦντες παυέσθω σαν· καὶ γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἀκούοντας ὠφε λοῦσι διὰ τῆς καλῆς ταύτης ὁμολογίας. Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα, οὗτος δὲ ἐγκώμιον· ἐκεῖνος μὲν πάθος ψυχῆς διαβεβλημένον ἐστὶν, οὗτος δὲ εὐφρο σύνη ψυχῆς, καὶ ἀγαλλίαμα, καὶ κόσμος ἄριστος· ἐκεῖνος εἰσάγει πόλεμον εἰς τὴν τῶν ἐρώντων διά νοιαν, οὗτος καὶ τὸν ὄντα πόλεμον ἐκβάλλει, καὶ ἐν εἰρήνῃ πολλῇ τοὺς ἐρῶντας καθίστησι.

Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημά των καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί· ἐντεῦθεν δὲ πολὺς ὁ πλοῦτος τῶν κατορθωμάτων, πολλὴ ἡ περιουσία τῆς ἀρετῆς. Πρὸς δὲ τοῖς εἰρημένοις, οἱ μὲν σωμά των εὐμόρφων ἐρῶντες, καὶ πρὸς τὰς λαμπρὰς τῶν 51.302 ὄψεων κεχηνότες, ἂν ὦσιν αἰσχροὶ καὶ δυσειδεῖς, οὐδὲν ἐκ τῆς ἐκείνων ἐπιθυμίας εἰς ἀπαλλαγὴν τῆς οἰκείας κερδαίνουσιν ἀμορφίας, ἀλλὰ καὶ αἰσχρότεροι κρίνονται καὶ εἰδεχθέστεροι· ἐπὶ δὲ τοῦ ἔρωτος τού του τοὐναντίον ἅπαν. Ὁ γὰρ ψυχῆς ἁγίας ἐρῶν, καὶ εὐμόρφου, καὶ λαμπρᾶς, καὶ περικαλλοῦς, κἂν αὐτὸς αἰσχρὸς ᾖ καὶ δυσειδὴς, κἂν ἁπάντων ἀνθρώπων αἴσχιστος, ἐμμένων τῷ ἔρωτι τῶν ἁγίων, ταχέως ἔσται τοιοῦτος, οἷος ὁ ἐρώμενος.

Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον, τὸ σῶμα μὲν ἄμορφον καὶ πεπηρωμένον μὴ δύνασθαι διορθοῦν, ψυχὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ δύνασθαι λαμπρὰν καὶ περικαλλῆ ποιεῖν. Ἀπὸ γὰρ τῆς εὐμορφίας τῆς ἐκεί νου οὐδὲν ἂν γένοιτο κέρδος· ἀπὸ δὲ τοῦ κάλλους τοῦ ταύτης τοσαῦτα ἔξεστι καρπώσασθαι ἀγαθὰ, ὅσα εἰκὸς κεκτῆσθαι τὸν ἐραστὴν ἔχοντα τὸν Θεόν. Περὶ ταύτης τῆς εὐμορφίας καὶ ὁ ∆αυῒδ ἐν ψαλμοῖς ᾄδων, Ἄκουσον, φησὶ, θύγατερ, καὶ ἴδε, καὶ κλῖ νον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βα σιλεὺς τοῦ κάλλους σου· κάλλος ἐνταῦθα λέγων τὸ κατὰ ψυχὴν, ὅπερ δι' ἀρετῆς καὶ εὐλαβείας συν ίσταται.

βʹ. Ἐπεὶ οὖν τοσοῦτόν ἐστι τὸ κέρδος τοῖς κοινωνοῦσι τῶν ἁγίων,

κοινωνήσατέ μοι τοῦ ἔρωτος, καὶ φιλή σωμεν τὸν ἅγιον τοῦτον μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ λιπαρὰν ἄρουραν τὴν ἡμετέραν ἐργάσεται ψυχὴν, καὶ πρὸς τὴν τῶν θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν. Καὶ μή μοι λε γέτω τὶς, ὅτι Νῦν οὐ πάρεστιν, οὐδὲ ὁρᾶται τοῖς ἡμε τέροις ὀφθαλμοῖς ὁ Παῦλος· καὶ πῶς δυνατὸν φιλεῖν τὸν μὴ βλεπόμενον;

Οὐδὲν γὰρ τῷ ἔρωτι τούτῳ κώ λυμα γίνεται· ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς