1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

In illud: Vidua eligatur

ΕΙΣ ΤΟ "Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα·" καὶ περὶ παίδων ἀνατροφῆς, καὶ περὶ ἐλεημοσύνης.

51.321

αʹ. Εἰς καιρὸν ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις ταύτην τῆς ἀποστολικῆς ἐπιστολῆς ἀναγνωσθῆναι τὴν περικοπὴν, ἣν ἠκούσατε σήμερον· ἔχει γάρ τινα πρὸς τὰ πρώην εἰρημένα συγγένειαν καὶ ἀκολουθίαν πολλὴν, εἰ καὶ μὴ ἐν τοῖς ῥήμασιν, ἀλλ' ἐν τοῖς νοήμασι. Τὸ μὲν γὰρ πρώην ἀναγνωσθὲν τοῦτο ἦν· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ πολλὰ περὶ ἀναστάσεως ἐλέχθη τότε, τὸ γενναίως τὰ τοιαῦτα φέρειν πάθη, καὶ εὐχαριστεῖν τῷ λαμβάνοντι τοὺς προσήκοντας ἡμῖν Θεῷ. Σήμερον τὸ ἀναγνωσθὲν τοῦτό ἐστι· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα. Ἐπεὶ οὖν ἀπὸ θανάτου χηρεία γίνεται, καὶ τοῦτο μάλιστά ἐστι τὸ τὴν ὀδύνην ἐπιτεῖνον, καὶ διεγεῖρον τὸ πένθος, μεμνημένοι τῶν πρώην εἰρημένων, ἃ τοὺς πενθοῦντας παρακαλοῦντες εἰρήκαμεν, καὶ ταῦτα μετὰ πάσης ὑποδεξάμενοι τῆς σπουδῆς μετ' ἐκείνων εἰς τὰ ταμιεῖα τῆς διανοίας ἀπόθεσθε. Τὸ γὰρ τῆς χηρείας ὄνομα δοκεῖ μὲν εἶναι συμφορᾶς ὄνομα, οὐκ ἔστι δὲ, ἀλλ' ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη· οὐκ ὄνειδος, ἀλλὰ στέφανος.

Εἰ γὰρ καὶ ἄνδρα οὐκ ἔχει συνοικοῦντα ἡ χήρα, ἀλλὰ τὸν Χριστὸν ἔχει συνοικοῦντα, τὸν πάντα ἀποκρουόμενον τὰ ἐπιόντα δεινά. Ἀρκεῖ γὰρ ἐν ταῖς ἐπιούσαις ἐπηρείαις τῆς χήρας, εἰσελθεῖν καὶ γόνυ κλῖναι, καὶ στενάξαι πικρὸν, καὶ δάκρυα προχεῖν, καὶ πᾶσαν ἀποκρούσασθαι τῶν ἐπηρεαζόντων τὴν ἐπιβουλήν· τὰ γὰρ ὅπλα τῆς χήρας τοιαῦτα, δάκρυα, καὶ στεναγμοὶ, καὶ εὐχαὶ διηνεκεῖς· διὰ τούτων οὐκ ἀνθρωπίνην ἐπήρειαν μόνον, ἀλλὰ 51.322 καὶ δαιμονικὰς ἐφόδους ἀποκρούσασθαι δύναται. Ἡ χήρα τῶν μὲν βιωτικῶν ἀπήλλακται πραγμάτων, πρὸς δὲ τὸν οὐρανὸν ὁδεύει λοιπόν· καὶ ἣν περὶ τὸν ἄνδρα ἐπεδείκνυτο σπουδὴν καὶ θεραπείαν, ταύτην εἰς τὰ πνευματικὰ πράγματα ἀναλῶσαι δυνήσεται. Εἰ δὲ λέγοις, ὅτι τὸ παλαιὸν συμφορὰ ἦν τὸ πρᾶγμα, ἐκεῖνο ἂν εἴποιμι, ὅτι καὶ ὁ θάνατος κατάρα ἦν· ἀλλὰ γέγονε τιμὴ καὶ ἀξίωμα τοῖς γενναίως αὐτὸν φέρουσιν ἐπιόντα. Οὕτω γοῦν οἱ μάρτυρες στεφανοῦνται· τὸν αὐτὸν τρόπον καὶ ἡ χήρα πρὸς ἀξίωμα μέτεισι μέγα. βʹ. Βούλει μαθεῖν ὅσον ἐστὶ χήρα; πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμωμένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγγνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμωρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμπρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλλον ἀνθρώπων; Ἄκουσον αὐτοῦ τοῦ Θεοῦ λέγοντος πρὸς Ἰουδαίους· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· ἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλ' ὅμως τούτοις τοῖς μιαροῖς, τοῖς ἀνδροφόνοις, τοῖς ἀπαῤῥησιάστοις, τοῖς ἠτιμωμένοις ἐπαγγέλλεται καταλλάττεσθαι, εἰ βοηθήσειαν ἀδικουμέναις χήραις. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἀποστρέψω τοὺς ὀφθαλμούς μου, καὶ οὐκ εἰσακούσομαι, φησί· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Εἶδες πόσην ἔχει δύναμιν ἡ 51.323 χήρα; ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ' αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ; πόσην δύναται καταλῦσαι ὀργὴν, καταλλάξαι τὸν ∆εσπότην τοῖς