1
In lacum Genesareth et in sanctum Petrum apostolum
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου, ὁμιλία εἰς τὴν λίμνην
Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.
64.47 Ὅτε διδάσκαλος εὐκλεὴς, τότε μαθητὴς εὐπειθὴς, τότε μαθητὴς εὔελπις· ὅτε
διδάσκαλος πρόθυμος, τότε διδάσκαλος κέρδος καρποῦται· ὅτε μαθητὴς σπουδὴν ἐπιδείξηται, τότε μαθητὴς διδασκάλου τέχνην ἐκδέχεται ὅτι τὴν διατριβὴν ὡς φίλην ἀσπάζεται. Ἄλλως γὰρ ἀμήχανον διδάσκαλον λάμψαι, εἰ μὴ τοῦ μαθητοῦ τὸν λύχνον ἀρδόμενον εὕροι τῷ τῆς φιλομαθίας ἐλαίῳ· καὶ ἄλλως ἀμήχανον λάμψαι, εἰ μὴ τοὺς ὀχετοὺς τῆς σοφίας ὁ διδάσκαλος πλουσίως ἐκχέῃ. ∆εῖται γὰρ δρόμου καὶ σπουδῆς ἑκάτερα τὰ μέρη, καὶ πρὸς τὴν οἰκοδομὴν τῆς βελτιώσεως ἀμφοτέρους τὰ τῆς δυνάμεως συνεισφέρειν· καὶ τὸν μὲν τὴν γλῶτταν ὀξύνειν, τὸν δὲ τὴν ἀκοὴν εὐτρεπίζειν· καὶ τὸν μὲν τὴν διάνοιαν ἀπηρτισμένην ἔχειν, τὸν δὲ τὴν ψυχὴν γαληνιῶσαν παρέχειν.
Ταῦτα δὲ οὐ μόνον ἐν τοῖς σωματικοῖς ἀναγκαῖα, ἀλλὰ καὶ ἐν τοῖς πνευματικοῖς περισπούδαστα. Ὥσπερ γὰρ ἐν τοῖς σωματικοῖς παιδεύμασιν ἄλλως οὐκ ἐλευθεροῦται σκυτάλης παῖς, εἰ μὴ τοῖς μαθήμασιν ἐπαγρυπνῇ, οὕτω καὶ ἐν τοῖς πνευματικοῖς διδάγμασιν ἄλλως κατακρίσεως οὐκ ἀπαλλάσσεται βροτὸς, εἰ μὴ ἐν τῷ νόμῳ Κυρίου κατὰ τὸν προφήτην μελετήσῃ ἡμέρας καὶ νυκτός. Ἐπεὶ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ πάντες οἱ παρόντες ἐσμὲν ἐν Χριστῷ συμμαθηταί· ἕνα γὰρ καὶ τὸν αὐτὸν ἔχομεν οἱ πάντες καθηγητὴν καὶ διδάσκαλον τὸν Χριστὸν κατὰ τὸ φάσκον θεῖον ῥητόν· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· φέρε καὶ σήμερον τὴν διττὴν ἀκοὴν, τὴν ψυχικὴν φημὶ καὶ τὴν σωματικὴν, εὐρυχωρότερον εὐτρεπίσωμεν εἰς τὴν τοῦ Κυρίου διδασκαλίαν, ὅπως τὸν λόγον ὡς σπόρον δεξάμενοι, δυνηθῶμεν καρποφορῆσαι τὴν τοῦ Κυρίου ἐπιμέλειαν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὸν τῆς ὑπακοῆς πολύκοκκον στάχυν. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ βοῶντος· Ἐμβὰς δὲ ὁ Ἰησοῦς εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἐκ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Εἶδες διδασκάλου θεομήνυτον διδασκαλίαν; εἶδες ὄχλου ἐράσμιον ὄχλησιν; εἶδες μαθητῶν ψυχωφελῆ σπουδήν; εἶδες ἀνθρώπων ἔμμισθον παραμονήν; Μή τις τῶν ἀκουόντων τὸν λόγον τοῦ Θεοῦ ἠκηδίασεν, ἢ ἀπέστη τῆς λίμνης, ἢ κατῆλθε τοῦ ὄρους, ἢ ᾐτήσατο λέγων καθώς τινες τῶν παρόντων· Τί πλατύνεις τὸν λόγον, διδάσκαλε; ἔχω τι διαπράξασθαι, συντυχία με περιμένει, οὐδὲν οὔπω τῶν ἐν τῷ ἀρίστῳ ἠγόρασα, ἡ ὥρα τοῦ λουτροῦ παρῆλθε, λοιπὸν ὁ καύσων συνέχει με. Μή τις τῶν παρόντων κατ' ἐκεῖνον τὸν καιρὸν εἶπε πρὸς τὸν ∆εσπότην τούτων τι; Οὐ μὴν οὐδαμῶς. ∆ιὰ τί; Ὅτι ᾔδεισαν τὸν εἰρηκότα πάντα καλὰ ἐν καιρῷ αὐτῶν.
Εἰσῆλθες εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ, 64.48 ἠξιώθης τῆς τοῦ Χριστοῦ συντυχίας· εἰ μὴ ἀπολυθῇς, μὴ ἐξέλθῃς· ἐὰν γὰρ πρὸ τῆς ἀπολύσεως ἐξέλθῃς, ὡς δραπέτης εὐθύνεις τὴν ὁδόν. Ἓξ ἡμέρας ἐν τοῖς σωματικοῖς ἀναλίσκεις, καὶ δύο ὥρας ἐν τοῖς πνευματικοῖς ἀσχόλει. Μὴ ὧδε δριμύττου, καὶ ἔξω φαιδρύνου· μὴ ὧδε τὸ νεῦμα, καὶ ἔξω τὸ σκέμμα· μὴ ὧδε ἐπαίνει, καὶ ἔξω λοιδόρει. Τὰ τοῦ Κυρίου παριστῶμεν· μὴ γὰρ μύθους λαλοῦμεν; τὰ τῶν προφητῶν ἀναγινώσκομεν· μὴ γὰρ τοὺς δικαίους βδελυσσόμεθα; τῶν ἀποστόλων μεμνήμεθα· μὴ γὰρ τοὺς πατέρας ἐξουθενοῦμεν; Εἰς θέατρον πολλάκις ἀνέρχῃ, καὶ ἕως τῆς ἀπολύσεως οὐ κατέρχῃ· καὶ εἰς τὴν ἐκκλησίαν εἰσέρχῃ, καὶ πρὸ τῶν θείων μυστηρίων ἐξέρχῃ; Φοβήθητι τὸν