1
In laudem sancti Joannis theologi (homilia 1) [Sp.]
̓Εγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον.
61.719 Συνεκάλεσεν ἡμᾶς, ἀγαπητοὶ, ἐπὶ τὸ αὐτὸ ὁ ἁγιώτατος Ἰωάννης ὁ θεολόγος
καὶ φίλος Χριστοῦ, οὐχ ὅτι ἡδυπνόων ῥόδων κάλυκας ἡμῖν ἀνατείλας, ἀλλὰ πνευματικῶν πατέρων τὰς ἀρετὰς ἡμῖν ἐξανθήσας. Τούτων ἡ εὐωδία ἡ εὐσεβής ἐστιν ὁμολογία, καὶ τῶν ψυχῶν ἡμῶν σωτηρία. Ποῖον, εἰπέ μοι, ῥόδον οὕτω τοῖς φύλλοις κεκόσμηται, ὡς ὁ ἁγιώτατος Ἰωάννης τῷ θεοπρεπεῖ τῶν ἁγίων στεφάνῳ δεδόξασται; Τὸ μὲν γὰρ ῥόδον τὴν χρυσαυγοῦσαν εὐωδίαν ἔσωθεν ἀποστίλβει· ὁ δὲ ἁγιώτατος Ἰωάννης, τὴν ἀρωματίζουσαν πολιτείαν τοῦ πανσόφου ποιμένος ἡμῶν καὶ διδασκάλου, ἐξ αὐτῆς τῆς τοῦ θρόνου κορυφῆς κατὰ κράτος ἐκλάμπει. Ὦ Ἰωάννη, δι' ἐνιαυτοῦ μὲν τοῖς παρεπιδημοῦσι μνημονευόμενε, καθ' ἡμέραν δὲ τοῖς Ἐφεσίοις συμπολιτευόμενε· ὦ Ἰωάννη, ὡς πρύτανις ὑψηλὸς ἐπὶ τόδε τὸ ἱερὸν ὄρος προλάμπεις, οὐ χρήματα τοῖς πολίταις σου δωρούμενος, ἀλλ' ἴαμα τοῖς αἰτοῦσί σε χαριζόμενος· ὦ Ἰωάννη, τὴν μονομάχον δράκαιναν Ἄρτεμιν τῷ τροπαίῳ τοῦ σταυροῦ κατήραξας, καὶ τὴν μονόγαμον νύμφην Χριστοῦ, τὴν Ἐκκλησίαν, τῇ δυνάμει τοῦ σταυροῦ κραταιῶς ἀνώρθωσας.
Ὦ Ἰωάννη, τὸν πατέρα σου Ζεβεδαῖον ἐπὶ τὸ πλοῖον κατέλιπες, καὶ τὸν ∆εσπότην σου Ναζωραῖον ἐπὶ τὸ στῆθος ἠγάπησας. Ὡς δύο ὄρη, τοὺς δύο μαστοὺς ἐθεώρεις, ὧν ἀνὰ μέσον ἡδέως ἀναπαυσάμενος, τὸν ἐν μέσῳ δύο ζώων γινωσκόμενον ἐθεολόγησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καί μοι τὸ παράδοξον τοῦ ἀποστόλου θεώρησον. Γῆν βρύει ὁ μὴ ταφεὶς εἰς γῆν, καὶ τὸ βρύον μάννα ἐστὶν ἰαματικὸν, καὶ τὸ κενούμενον οὐκ ἐκκενοῦται τῷ χρόνῳ. Ἄρα τίς ἡ αἰτία, τίς ἡ ἐνέργεια, οὐκ ἄν τις εὕροι εἰπεῖν· ἀμετάβλητα γὰρ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὰ χαρίσματα, καὶ ἀνέκλειπτα τῶν ἁγίων τὰ ἐνεργήματα. Ὦ Ἰωάννη, τὸ ὅπλον τῶν εὐσεβῶν, ἡ ὄντως εὐσεβὴς ὁμολογία, καὶ πάντων αὐτοῖς ἀποφυγὴ, ἡ πρὸς Θεὸν καταφυγή.
Ὃ γάρ ἐστι λιμὴν τοῖς χειμαζομένοις, τοῦτο ὁ Θεὸς τοῖς καταπονουμένοις. Σήμερον ἡμῖν ὁ ἁγιώτατος Ἰωάννης, τῆς οἰκείας ἀρετῆς τὸ κάλλος ἐκλάμπει· αὐτὸς γὰρ ἡμῖν καὶ ὑπανέγνωσται, ὥσπερ ἀπὸ βασιλικῆς εἰκόνος τῆς βίβλου τῆς ἀρχαίας ἐκλάμπων τὴν οἰκείαν εὐσέβειαν. Ἰωάννης, ἡ καλὴ τῆς πίστεως ἀρχὴ, ἡ εὐθαλὴς ῥίζα, ἡ ἀνέκλειπτος πηγὴ, ὁ ἐν 61.720 πᾶσιν ἔθνεσιν οὐ κατ' ἐκεῖνο μόνον καιροῦ νόμος, ἀλλ' εἰς ἀεὶ ὁ πιστευθεὶς τὸ σεμνὸν τῆς εὐσεβείας ἐπάγγελμα· τὸ πρῶτον τῆς πίστεως ἀκροθίνιον, ὁ πᾶσι τῆς εὐσεβείας τὰ ἴχνη ἁπλώσας, ὁ ζηλοῦν ἡμᾶς τὰ κάλλιστα τῆς ἀγάπης χαρίσματα παιδεύσας. Βλέπομεν γὰρ τὸν θάλαμον τῆς παρθενίας, καὶ περιπτυσόμεθα τὴν πηγὴν τῶν ἰαμάτων. Ἀναπτύξωμεν δὲ καὶ τὸν περὶ τοῦ φωτὸς λόγον. Φῶς ὁ Πατὴρ, φῶς ὁ Υἱὸς, φῶς τὸ Πνεῦμα τὸ ἅγιον. Φῶς ὁ Πατὴρ, ἐπειδὴ Θεὸς ἀληθινός· φῶς ὁ Υἱὸς, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ἐξέλαμψε· φῶς τὸ Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. καὶ διὰ τοῦτο Θεὸς ἀληθινός. Ὁ ἀπόστολος μαρτυρήσει μοι λέγων, ὅτι Θεὸς φῶς ἐστι. Καὶ, Ἦλθεν Ἰωάννης, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, τουτέστιν, ἐρχόμενον εἰς τὴν ἀλήθειαν. Καὶ ὁ Υἱὸς, Ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὅτι δὲ ὁ Υἱὸς φῶς ἐστι καὶ ἥλιος τῆς δικαιοσύνης, καὶ ὁ προφήτης βοᾷ· Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σοι τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε.