1
In mediam pentecosten
Εἰς τὴν μεσοπεντηκοστήν.
61.741 Ὅπου δ' ἂν ὁ ∆εσπότης ὡς πηγὴ ζωῆς σωματικῶς παραγίνεται, πολλοὺς καὶ
διαφόρους ἀποῤῥεῖ τοὺς τῆς φιλανθρωπίας κρουνούς. Ἀνῆλθεν εἰς ὄρος μετὰ τῶν μαθητῶν, καὶ τὰ τῶν μακαρισμῶν τοῖς ἀκροωμένοις προβάλλεται ῥεῖθρα· κατῆλθεν ἐκεῖθεν, καὶ τοῖς ποικίλαις νόσοις ἐνεχομένοις ὀχετοὺς ἰαμάτων κατέχεεν· ἐπέστη τῇ προβατικῇ κολυμβήθρᾳ, καὶ τὸν παράλυτον τὴν ῥῶσιν ἐπότισεν· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Πέτρου, καὶ τὴν τούτου πενθερὰν πυρετῷ φλεγομένην ἐδρόσισε· κατέλαβε τὴν Βηθανίαν, καὶ ζωῆς ποτήριον τὸν τετραήμερον Λάζαρον ἐπότισεν· ὑπήντησε τῷ λεπρῷ, καὶ τὰς τοῦ πάθους φολίδας τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπέσμηξεν; ἐπέστη τῇ συναγωγῇ, καὶ τὸν ξηρὸν τῆς χειρὸς βλαστὸν πρὸς κίνησιν ἐνεργὸν ἐνότισε· παρέβαλε τοῖς γάμοις, καὶ παραδοξοποιίας οἶνον τοῖς κληθεῖσιν ἐκέρασε· καὶ ἄλλα μυρία, ἅπερ ἀριθμεῖν δυσχερές.
Ἀνέβη καὶ σήμερον εἰς τὸ ἱερὸν, καὶ τοὺς τῆς διδασκαλίας τοῖς ἀκροωμένοις ποταμοὺς προεβάλετο. Ἠκούσατε γὰρ τῆς εὐαγγελικῆς ἀναγνώσεως, ἣν προσφόρως ἡμῖν καὶ κατὰ τὴν μέσην τῆς ἑορτῆς ἐφ' ὑψηλοῦ βήματος ἑστὼς ὁ εὐαγγελιστὴς μεγαλοφώνως ἀνέκραξε, καθάπερ τινὶ σάλπιγγι τῇ φωνῇ τοῦ Λευΐτου χρησάμενος. Ἤδη δὲ, φησὶ, τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε γέμον καὶ αὐτὸ φιλανθρωπίας τὸ γράμμα. Οὐ γὰρ εἶπε, διωγμῶν ἐνεστώτων, ἢ, λύπης παρούσης, ἢ, ἀθυμίας τοὺς μαθητὰς κατεχούσης, καὶ τοιούτων ἄλλων τινῶν ὑφήγησιν, περὶ ὧν συνεχῶς ἡ τῶν ἀποστόλων ἐκωμῴδησε πρᾶξις· ἀλλὰ τί φησιν; Ἤδη τῆς ἑορτῆς μεσούσης. Τί μεσούσης τῆς ἑορτῆς, εἰπὲ, Ἰωάννη; Ἡρώδης τὰς χεῖρας ἐπέβαλε; συμβούλιον πονηρὸν ὁ τῶν Ἰουδαίων συνεκρότησε δῆμος; πάλιν πρὸς προδοσίαν Ἰούδας; Οὐχὶ, φησίν· ἀλλὰ τί; Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε. Τὰ πρέποντα τῷ Χριστῷ παρατέθεικας τῷ Χριστῷ, τὴν ἁρμόζουσαν αὐτῷ πρᾶξιν προσήνωσας.
Ἔργον γὰρ λόγου τὸ λαλεῖν, καὶ διδασκάλου τὸ διδάσκειν, καὶ Χριστοῦ τὰ τῆς ὠφελείας τοῖς ἀκροωμένοις προΐεσθαι ῥήματα. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὢ τῆς ἀνυπερβλήτου φιλανθρωπίας! Ὅπου κατὰ μικρὸν ἐλιθάζετο, ἐκεῖ ταῖς τῶν λόγων διδασκαλίαις τοὺς λιθάζοντας ἐπλούτιζεν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὅπου τὰ Μωϋσέως ἀνεγινώσκετο νόμιμα, ἐκεῖ τὰ τῆς χάριτος παρετίθη διδάγματα, οὐ καταργῶν τὸν νόμον, ἀλλὰ πληρωτὴς τοῦ νόμου γινόμενος. Αὐτὸς γὰρ καὶ ἐν τοῖς Εὐαγγελίοις ἀνέκραξεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· καὶ Παῦλος διὰ στόματος ἔχων τὸν ∆εσπότην φθεγγόμενον, Τέλος γὰρ νόμου, φησὶ, Χριστὸς εἰς δικαιο 61.742 σύνην. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πάντας τῆς προσευχῆς ἐνδιδάσκων τὸν τόπον, ἐκεῖσε τὸν τῆς κατηχήσεως ποιούμενος λόγον ὡς Λόγος, ἔνθα καὶ τὸ πονηρευόμενον συνέδριον ἤθροισται. Ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς ἀνέβη εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πολλῶν μὲν ἀκουόντων, οὐδενὸς δὲ τῶν Ἰουδαίων μανθάνοντος.
Περὶ αὐτῶν γὰρ ὁ προαγορεύων ἐβόα, Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, τὴν τῶν θεομάχων ἄνοιαν στηλιτεύων· ἀνέβη εἰς τὸ ἱερὸν, ἵνα τῆς οὐρανίου διδασκαλίας ἀναπετάσας τὰ δίκτυα, λογικὴν ἐξ ἀνθρώπων ποιήσηται θήραν· ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἰησοῦς, ἀνῆλθεν· ἀλλ' Ἰουδαῖοι κατῆλθον τῆς πίστεως. Ἤδη δὲ τῆς ἑορτῆς