1

 2

 3

 4

1

In natale domini et in sanctam Mariam genitricem

Τοῦ αὐτοῦ Χρυσοστόμου] εἰς τὴν αὐτὴν ἡμέραν [εἰς τὰ γενέθλια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον.

1 Ἀδιήγητον πέλαγος δι' αἰῶνος ἐμφανίζεται σήμερον, ἐρεύνης ἀνθρωπίνης

βαθύτερον ὑπάρχον. Βυθὸν ἀκατάλημπτον ἐξαντλεῖν ἐπεχείρησα καὶ ὅσον διερευνῶ βαθύτερος ἀναφαίνεται. Γνῶσιν ἀρρήτων καὶ σοφίαν κατοπτεύειν προ θέμενος, τῷ ἀγῶνι βαπτίζομαι τῆς τοιαύτης ζητήσεως. ∆υνάμεις ἠγνόησαν τὸ τοιοῦτο μυστήριον καὶ πῶς ὑποστήσομαι τὰ ἄλεκτα διηγήσασθαι; Ἐχέτω ἡ ἑορτὴ παρ' ἑαυτῇ τὰ ζητήματα πᾶσαν θνητὴν ἔννοιαν νοητῶς ὑπερβαίνοντα. Ζάλη θαλασσῶν πρόκειται ἄπλευστος, ἐκ βυθῶν ἀθεωρήτων τὴν ὑπόστασιν ἔχουσα. Ἡ κτίσις τὸν κτίστην σήμερον ἀνυμνείτω, ἱκετηρίους φωνὰς καὶ ᾠδὴν ἀναπέμπουσα. Θησαυρὸς οὐράνιος ἐν τῷ ἀγρῷ κατοπτεύεται· δραμόντες οὖν κατίδωμεν τὸ τοιοῦτο μυστήριον. Ἴδε πῶς ἡ γῆ τὸν οὐρανὸν ἐμιμήσατο· τὸν γὰρ πρὸ ἑωσφόρου ἥλιον ἁμιλλομένη προβάλλεται. Καταλάμπει τὰ σύμπαντα ἡ τοιαύτη φωταγωγία ἀνύκτερος ὑπάρχουσα καὶ φαεσφόρον διαύγασμα. Λαμπηδόνες θεόπνευστοι οὐρανόθεν προέκυψαν, εἰς ὅλα τὰ πέρατα τῆς οἰκουμένης διέδραμον. Μαρία ὑποδέχεται τὸν ἐν πᾶσιν ἀχώρητον καὶ φέρει ἐν κοιλίᾳ τὸν τοὺς αἰῶνας κρεμάσαντα. Νῦν ὁ κόκκος ἐσπάρη ἐν τῇ χώρᾳ τῆς χάριτος καὶ στάχυν ἐβλάστησεν θεογνωσίας πολυφόρον. Ξενίζει τοὺς ὁρῶντας ἡ τοιαύτη ὑπόθεσις, πῶς ἡ θάλασσα τὴν ἄβυσσον περιβάλλεται. Ὁ πολύτιμος μαργαρίτης ἐν τῷ ὀστράκῳ κεκόλληται καὶ τοῦτον ὡς ἔμπορος Ἰωσὴφ ἀνεζήτησεν. Παιδίον μαστεύεται ἐν ἀγκάλαις μητρὸς καὶ τρέφει τὰ σύμπαντα, διὰ παντὸς ἐσθιόμενος. Ῥάβδος ἄνθος ἐβλάστησεν καὶ ῥίζαν εἰς βάθος διέδωκεν, ἀστὴρ ἀστέρα προβάλλεται καὶ φάτνη τὸν τόκον ἀσπάζεται. Σπάργανα πυρὶ ἐνειλίττονται καὶ μείωσις τούτων οὐ γίνεται· ζῷα ζῳὴν ἀναμάττονται καὶ σπήλαιον, φῶς ὑποδέχεται. Τρέχει πρώτη Βαβυλὼν ἐκ Περσίδος δῶρα κομίζουσα, Αἰθιοπία δὲ φθάζει, χερσὶν Θεὸν ὑποδέξασθαι. Ὑμνῳδοῦσιν ἄγγελοι καὶ ποιμένες ψάλλουσι, ἄνθρωποι δόξαν Θεῷ προσκομίζουσι, καὶ ἐπὶ γῆς εἰρήνην γνωρίζοντες. Φόβῳ Σαλώμη συνέχεται καὶ φωνῇ τὸν κριτὴν ἐκμειλίττεται, ∆εσπότην τὸν τεχθέντα ὡμολόγησεν καὶ οἰκείας πληγῆς ἠλευθέρωται. Χερσὶν βαστάζει τὸν ἄχραντον καὶ χαρὰν ἐπέγνω σωτήριον. Ψυχαὶ δικαίων ἀγάλλονται καὶ χοροὶ βροτῶν εὐφραίνονται, ἡ ἔρημος πόλις ἐπέγνωσται, βασιλέως ἐνδημήσαντος. Ὡς ὁ τόκος ἄλεκτος, καὶ ἡ μήτηρ ἀμίαντος· καὶ διὰ ταῦτα πάντα ἀδιήγητον δι' αἰῶνος ἐμφανίζεται πέλαγος ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.

2 Ὦ σύλληψις ἄλεκτος καὶ τόκος ἀτράκτευτος, ὦ ἐνθυμήσεως πράγματα καὶ ἐκπλήξεως θαύματα, ὦ παρθένε ἀνύμφευτε καὶ μόνη μετὰ τὸν τόκον ἀμίαντε.

3 Ὁρῶ τὴν παρθένον πόλιν τὸν βασιλέα ἐγκολπιζομένην, ὁρῶ ναὸν ἔνθεον τὸν ἐν ὑψίστοις σκηνώσαντα καὶ ἐν αὐτῷ ἱερουργήσαντα, ὁρῶ κιβωτὸν ἁγίαν τὴν διαθήκην περισφίγγουσαν, ὁρῶ στάμνον χρυσῆν τὸ μάννα προβαλλομένην, ὁρῶ στήλην ἄλυτον τὸν χαρακτῆρα βαστάζουσαν.

4 Ὦ τοῦ θαύματος· ἐκ δρόσου πῦρ λατομεῖται καὶ ἐξ ὕλης φλὸξ ἐξάπτεται, ἡ βάτος φλόγα ἐνδύεται καὶ τὸ ὄρος μείωσιν οὐκ ἐπιδέχεται· ἴχνη Θεοῦ κατοπτεύονται καὶ ἔρευνα ζητήσεως οὐ γινώσκεται.

5 Πλείω τοῦ ἐπὶ τῆς κοσμοπιΐας ὑποκειμένου οὐρανοῦ, ἄλλον ἐπίγειον οὐρανὸν θεωρῶ· ἐκεῖνος τῷ λόγῳ Κυρίου ἀφιλονείκως βαστάζεται καὶ οὗτος τῷ τόκῳ Κυρίου ἀνερμηνεύτως λαμπρύνεται, ἐκεῖνος προβάλλεται ἥλιον αἰσθητὸν καὶ οὗτος ἐξέλαμψεν ἥλιον νοητόν.