1
In natale sancti Joannis prophetae
Εἰς γέννησιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου, προδρόμου καὶ βαπτιστοῦ.
61.757
Εὔκαιρος ἡμέρα ἑορτῆς καὶ πανδήμου χαρᾶς, ἐν ᾗ ὑπεμνήσθην τοῦ Γαβριὴλ τὴν λειτουργίαν καὶ τοῦ Ζαχαρίου τὴν ἱερατείαν, καὶ ἐννοῶ τὸν ἀφωνίᾳ καταδικασθέντα τῇ ἀπιστίᾳ. Ἠκούσατε γὰρ τοῦ εὐαγγελιστοῦ Λουκᾶ, τοῦ ἀνοίξαντος ἡμῖν σήμερον τὸ ψυχωφελὲς ἰατρεῖον. Ἰατρὸς γὰρ ἦν καὶ τῇ τέχνῃ ὁ εὐαγγελιστὴς Λουκᾶς· ἀλλὰ τότε μὲν σωμάτων θεραπευτὴς, νῦν δὲ πραγμάτων περιοδευτής· τέχνῃ τέχνην κατήλλαξε, καὶ περιοδείᾳ περιοδείαν διεδέξατο. Τί οὖν ὁ Λουκᾶς, ὁ εὐφυὴς ἰατρός; Ἠκούσατε αὐτοῦ ἀρτίως λέγοντος. Κατὰ τὸ ἔθος, φησὶ, τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, καὶ εἰσῆλθεν εἰς ναὸν τοῦ Θεοῦ Ζαχαρίας, καὶ ἅπαν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ὤφθη αὐτῷ ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἔπεσεν ἐπ' αὐτόν.
Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Ὢ τοῦ παραδόξου καὶ μυστικοῦ θαύματος! ∆ικαίως ὁ Ζαχαρίας ἀντεῖπε τῷ ἀγγέλῳ. Ἄλλην παράκλησιν ἐποιεῖτο, καὶ ἄλλην ἐλάμβανεν· ὑπὲρ τοῦ λαοῦ προσηύχετο, καὶ τέκνου πατὴρ ὠνομάζετο· συγγνώμην πλημμελημάτων ἐζήτει, καὶ ἀγόνου μήτρας ἐπαγγελίας ἐδέχετο. Ἠθέλησε γὰρ ὁ Ζαχαρίας τὰς ψυχὰς τῶν ἁμαρτησάντων ἰαθῆναι, ἢ τὴν κοιλίαν τῆς Ἐλισάβετ ὀγκωθῆναι. ∆ικαίως ὁ Ζαχαρίας ἐταράχθη φόβῳ συσχεθείς· ἄνθρωπος γὰρ ἦν τροπῇ δουλεύων, εἰ καὶ ἱερατικὸν ἀξίωμα περιεβέβλητο Εἶπε δὲ Ζαχαρίας εὐθέως κατὰ ψυχὴν μόνον, ὡς εἶδε τὸν ἄγγελον· Ξένη τοῦ ἀνδρὸς ἡ ἐπιστασία, ξένη τῶν ῥημάτων ἡ ἐπαγγελία. Τίς οὗτος, ὁ τεθαῤῥημένῳ ποδὶ τὸν ἱερὸν ναὸν βηματίζων; τίς οὗτος, ὁ ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος παρεστώς; τίς οὗτος, ὁ ἀλλομόρφου θέας μορφαῖς περιαστράπτων; τίς οὗτος; οὐκ εἶδον ἄνθρωπον πτερωτὸν, οὐδ' αὖ πετεινὸν ἀνθρωπόμορφον. Τίς οὗτος, ὁ φόβῳ τὴν ἐμὴν ψυχὴν περιέρχων; τίς οὗτος, ὁ φωσφόρος ἀπὸ στόματος, κεκλεισμένων τῶν χειλέων λαλῶν μεγάλα; τίς οὗτος, ὁ τῆς ἐμῆς ἐφημερίας ἐφεδρευτής; τίς οὗτος, ὁ τῆς ἐμῆς πρεσβείας ἐμποδιστής; Ἔξω τὸ πλῆθος τοῦ λαοῦ περιμένει με προσευχόμενον, ὡς τοῦ βασιλέως τοῦ ἐπουρανίου ἀντιγραφέα· καὶ οὗτος ἔνδον κατέχει με.
∆ι' ἐμοῦ δεήσεις ἀπέδωκαν τῷ βασιλεῖ, συγγνώμην αἰτοῦντες, ὡς πλημμελήσαντες. Ταῦτα εὔχομαι ὑπογραφῆναι, ἵνα τῷ λαῷ τὴν ἐπιθυμίαν κομίσω, ἵνα τῆς ἐφημερίας μου τὴν ἐργασίαν ἐπιδείξω. Παῦσαι τοίνυν, ὅστις εἶ, ὁ ἐκφοβῶν με. Εἰ ἦς θεόπεμπτος ἄγγελος, συνεβάλου ἂν τῇ χρείᾳ μου, συνέπαθες τοῖς ἔξω δακρύουσι, συνεθλίβου τοῖς θλιβομένοις. Ἄπιθι τοίνυν. Τίς εἶ ὁ ἐκφοβῶν με; Οὐδείς μοι λόγος παιδός· τί μοι τέκνου ἐπαγγελίαν σημαίνεις; τί κέρδος τῷ λαῷ, ἐὰν ἐγὼ τέκνον ἕξω; τί δὲ ὄφελος, ἐὰν Ἐλισάβετ παιδίον θηλάσῃ; τί κέρδος, ἐὰν ἐγὼ κληρονόμον τοῦ βίου καταλείψω; Ἄπιθι τοίνυν ὁ ἐκφοβῶν με, ὅστις ἂν εἶ· ἄπιθι τοίνυν ἀπ' ἐμοῦ. Προβεβηκότες ἐσμέν· παρῆλθεν ὁ καιρὸς τῆς σπορᾶς, ἐσβέσθη τοῦ γάμου ἡ ἐπιθυμία· ὁ χρόνος τὴν θέρμην κατέψυξεν, ἡ στείρωσις τὸν καρπὸν ἠρνήσατο, ἡ φύσις πρὸς ἑαυτὴν ἐστασίασε· τεθνήκαμεν ἀμφότεροι τῷ μέρει τῆς μίξεως· ὃ ἡ νεότης 61.758 οὐκ ἤνθησε, πῶς γῆρας βλαστήσει; Ἀλλὰ ταῦτα μὲν ὁ Ζαχαρίας εἰκότως. Ὁ δὲ ἄγγελός φησι πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Μὴ φοβοῦ,