1

 2

 3

1

In operarios undecimae horae

Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν

Ἐκ δύο φύσεων ὁ θεός, ψυχῆς λέγω καὶ σώματος, τὸν ἄνθρωπον

κατεσκεύασεν. Ἑκατέροις δὲ πρὸς θεραπείαν παρέσχεν τὰ πρόσφορα· τῷ μὲν σώματι ἰατροὺς ἐμπείρους καὶ ποικίλα κατασκευάσματα φαρμάκων· τῇ δὲ ψυχῇ διδασκάλους σοφοὺς καὶ τῶν θείων γραφῶν βοηθήματα. Πολὺ δὲ τὸ διαλλάττον ἑκατέρου τοῦ πράγματος. Τοσούτῳ γὰρ τέχνης κρεῖττόν ἐστιν <ἡ γραφή>, ὅσῳπερ ἂν καὶ τοῦ γηγενοῦς σώματος ἡ ἐξ οὐρανῶν δοθεῖσα ψυχή. Ὁ τοίνυν τὸ σῶμα παθὼν εἰς τὰ τῶν ἰατρῶν ἐργαστήρια παραγίνεται, πρὸ τοῦ λόγου τὸ χρῆμα δεικνύς, ἵνα ἀγοράσῃ ὑγείαν τὴν ἄδηλον. Ἄδηλον δὲ εἴρηκα, ἐπειδὴ πολλάκις καὶ οἱ ἰατροὶ βούλονται καὶ οὐ δύνανται.

Οὐ γὰρ δεσπόται τῆς φύσεως. Καὶ ὁ ἄρρωστος τὸ πάθος φυγεῖν ἀγωνίζεται, καὶ ἡ ποθουμένη ὑγεία οὐκ ἔρχεται μὴ δεξαμένη τοῦ δεσπότου τὴν κέλευσιν. Θεοῦ γὰρ μὴ ἐπινεύοντος ἑκατέρων ἄπρακτος ἡ σπουδή. Ὁ δὲ εἰς τὴν ἐκκλησίαν παραγενόμενος, ἵνα τὴν πολύτρωτον ταῖς ἁμαρτίαις θεραπεύσῃ ψυχήν, οὐκ ἀστοχεῖ τῆς οἰκείας προθέσεως. Οὐ χρήματα ἐπινοεῖ πρὸς τὴν τῶν ἰατρῶν τούτων δυσώπησιν. Οὐ γὰρ καπηλεύονται τοῦ Χριστοῦ τὰ χαρίσματα. Αὐτοῦ γὰρ ἀκούουσιν λέγοντος· «δωρεὰν ἐλάβετε, δωρεὰν δότε», καὶ ἀνάργυρον παρέχουσιν ἑκάστῳ τὴν ἴασιν. Θεραπεύουσι γοῦν καὶ οὐκ ἀποτυγχάνουσιν, ἐπειδὴ συνεργεῖ αὐτοῖς αὐτὸς ὁ τὴν ἐξουσίαν ἔχων Χριστός. Ὢ τῆς παραδόξου τῶν θεραπευομένων ὀξύτητος! Ὢ τῆς ἀφράστου τοῦ θεραπεύοντος ἀγαθότητος! Ἔρχεταί τις ἐνταῦθα μυρίαις ψήφοις ἀπεγνωσμένος, ἤδη βλέπων <ἑαυτὸν> εἰς αὐτὸν τὸν τοῦ θανάτου βυθόν· καὶ λαβὼν τῆς χάριτος τὸ λουτρόν, εὐθὺς ὑγιαίνων καὶ εὔρωστος ἐπανέρχεται, ἀνακαινισθεὶς ὡς ἀετὸς εὐγενής, τὴν προτέραν τοῦ βίου ἀπεκδυσάμενος παλαιότητα. Ἕτερος μετὰ τὸ βάπτισμα πάλιν εἰς τὰ τῆς σαρκὸς κατολισθήσας παθήματα καὶ μολύνας τὸ τῆς χάριτος ἔνδυμα, καὶ τὴν τῆς ψυχῆς ἐλευθερίαν τῇ τῆς ἁμαρτίας δουλείᾳ ἀνταλλαξάμενος, ἡδονῶν δὲ ἀκολάστων γενόμενος παίγνιον, μηδενὸς εἴδους φαυλότητος ἀποσχόμενος, εἰς τὸ τῆς ἐκκλησίας θεραπευτήριον παραγίνεται, ἀνανεῦσαι ὡς ὁ τελώνης εἰς οὐρανὸν μὴ τολμῶν, ἔχων τῶν πεπραγμένων κατήγορον τὴν οἰκείαν συνείδησιν, ἤδη προθεωρῶν τὴν φοβερὰν ἐπὶ τοῦ κριτοῦ τῶν ἁπάντων <συναγωγήν>, τὴν ὀξυτάτην τῶν βίβλων ἀνάπτυξιν, τὰ ἑκάστου σαλπιζόμενα ἁμαρτήματα, τὸ τῆς γεέννης σφοδρὸν καὶ ἄσβεστον πῦρ, τὸν παμφάγον καὶ ἀτελεύτητον σκώληκα, τὸν ἀμειδῆ καὶ πο λυστένακτον τάρταρον, τὸν φρικτὸν τῶν ὀδόντων τρισμόν, τὸν τῶν κολαζομένων ἄπαυστον κωκυτόν, τοῦ ἐξωτάτου σκότους τὴν ἀπαραμύθητον βάσανον.

Ταῦτα πάντα ἐνταῦθα παραγινομένῳ, ἐνθυμουμένῳ καὶ φοβουμένῳ καὶ τρέμοντι, εὐθὺς Χριστὸς ὁ φιλάνθρωπος δεσπότης προϋπαντᾷ, ὡς ὁ πατὴρ τῷ καταφαγόντι τὴν οὐσίαν τὴν πατρικὴν υἱῷ, καὶ λόγοις εὐσπλαγχνίας καὶ χρηστότητος γαληνιᾷ τοῦ χειμαζομένου τὸν κλύδωνα. Τί λέγων; «Ἄνθρωπε, ἀθυμεῖς; Τί ὡς ἀβοήθητος καταφέρεις τὸν λογισμόν; Τί πεσὼν ἐναπομένεις τῷ πτώματι [ναυαγοῦντι καὶ ἀμετανόητα νοσοῦντι] ἀσθενῶν; «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Πολλὰ εἰργάσω κακὰ καὶ ἀναρίθμητα ἔπραξας ἁμαρτήματα. Ἀλλ' οὐ νικᾷ σοῦ τὸ πλῆθος τῶν παραπτωμάτων τὴν τέχνην τοῦ ἰατροῦ. Φιλάνθρωπος, φησί, λίαν εἰμί. Ἀγαθὸς γὰρ ἐξ ἀγαθοῦ φύσει γεγέννημαι. Εἰ ἁμαρτήσας μετανοεῖς, οὐκ ὀργίζομαι τὴν ἐπιστροφὴν δυσωπούμενος. Εἰ