1

 2

1

In praecursorem domini

Εἰς τὸν Πρόδρομον.

59.489 Οἱ ἀνθηρότατοι λειμῶνες ἄνθεσι χρυσοκόμοις πεποικιλμένοι, δένδρεσι καλλιπνόοις κοσμούμενοι, ὄρνεσι καλλιφώνοις κλονούμενοι, καὶ τὴν ἀκοὴν τῶν ἀνθρώπων θέλγουσι, καὶ τὴν ὅρασιν θάλπουσι. Τοῦ γὰρ ἡλίου τὰς χρυσᾶς αὐγὰς κυκλοτερῶς περιστίλβοντος, ἀνακλώμεναι αἱ αἶγλαι πυραυγεῖς ἀνταστράπτουσι λαμπηδόνας. Ἐκεῖ τραυλαὶ λάλων ὀρνίθων, συριγγώδεσι κλαγγαῖς λιγυρὸν ἀποπέμπουσι μέλος· ἐκεῖ ἀνέμων εὐήχων ζέφυροι ἐν ταῖς κυκλότησι τῶν ὀρνέων ἐριζούσαις, τῶν κρημνῶν κοιλάδας σαλεύοντες, ἐν εἰκόνι κιθάρας ὁμοφώνως ᾄδουσιν· ὡς καὶ τοὺς ἐν ταῖς καλύβαις οἰκοῦντας ποιμένας τε καὶ βουνόμους, ἔναυλα ἔχοντας τὰ τῶν μουσικῶν ὀρνίθων λυρικὰ μελῳδήματα, δόναξι πολυφθόγγοις ἀντίμιμα κελαδοῦντας, κατὰ παντὸς τερπνοῦ τόπου καὶ πάσης βοτάνης τὰς ἄρνας πραέως φέρειν.

Ἀλλ' ἐκεῖ μὲν πηγὴ ἀθλοφόρα νάματα βρύει, ἐνταῦθα δὲ μελίστακτον σοφίας Θεοῦ δίδαγμα λάμπει· ἐκεῖ μουσικῶν ὀρνίθων λιγυρίσματα, ἐνταῦθα ψαλμῶν ἁγίων μελῳδήματα· ἐκεῖ τρυγὼν ἡ φιλέρημος δενδροβατοῦσα, γοεροῖς μέλεσι τὸ καλλίχροον ἔαρ σημαίνει, ἐνταῦθα ὁ ἐν ἀκρίσι καὶ μέλιτι τραφεὶς Ἰωάννης, τοῖς ἐρημικοῖς κηρύγμασι, μᾶλλον δὲ πνευματικοῖς, τὰς Ἐκκλησίας κινήσας, τὸ οὐράνιον ἔαρ ἐπιφανὲν τῷ κόσμῳ σαλπίζει. Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ, παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς 59.490 κηρύσσων ἐν τῇ ἐρήμῳ, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἐν ταῖς ἡμέραις ἐκείναις. Ἐν ταῖς Ἰησοῦ τοῦ Θεοῦ ἀποδείξεσιν, ἐν ταῖς τοῦ οὐρανίου βασιλέως ἀποδημίαις, ἐν ταῖς τοῦ ἀϊδίου φωτὸς ἀναλάμψεσιν, Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ. Οὐχὶ ἐν τῇ οἰκουμένῃ· ὅτι ἔρημος ἦν ἡ τῶν ἀνθρώπων κατάστασις, μήπω οἰκουμένη ὑπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τί δὲ ἐκήρυσσε; Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ὢ μετάνοια ἐν αὐτοῖς τοῖς δάκρυσι τὴν ζωὴν θερίζουσα, καὶ ἐν τῷ νυμφικῷ πέπλῳ τὸ νυμφικὸν φέγγος στολιζομένη! ὢ μετάνοια, διαβόλου κατήγορε, ἐπιστρεφόντων συνήγορε! Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Περιβλεψώμεθα, ἀγαπητοὶ, τὸ ἔνδυμα Ἰωάννου· ἴσως τὸ ἐκείνου ἔνδυμα αἴνιγμα ἡμῖν σωτηρίας γένηται. Ἐκεῖνο ἔχει τὴν εἰκόνα τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων λαῶν.

Εἶχε, φησὶ, τὸ ἔνδυμα ἀπὸ τριχῶν καμήλου. Καμήλῳ πολλάκις παρεικάζει ἡ Γραφὴ τὸν διάβολον, διὰ τὸ πολύογκον καὶ πολύστρεβλον καὶ βαρυμήνιον. Ὁ τὴν σκοπιὰν θεωρήσας ἐν τῷ Ἡσαΐᾳ λέγει· Εἶδον ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Ἀναβάτην ὄνου λέγει τὸν Χριστὸν, ἐπειδήπερ ὄνῳ καθεσθεὶς εἰσῆλθεν 59.491 εἰς Ἰεροσόλυμα· ἀναβάτην καμήλου, τὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν κατ' ἐνέργειαν τοῦ διαβόλου ἐπιφοιτῶντα τῷ κόσμῳ ἀντίχριστον. Εἶχε δὲ τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου ὁ Ἰωάννης. Ἤδη γὰρ τῷ κηρύγματι τῆς εὐσεβείας τοὺς δίκην τριχῶν καλύπτοντας ἐθνικοὺς πρὸς ἑαυτὸν καταστρέψας, κἀκεῖνον γυμνώσας, καὶ τὴν Ἐκκλησίαν πυκνώσας, τῇ ἑνότητι τῆς πίστεως τὸ σῶμα τῆς Ἐκκλησίας ἐξυφάνας, ἑαυτῷ περιβόλαιον σωτηρίας ἐξειργάσατο. Εἶχε δὲ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Ὀσφύος μνημονεύει καὶ ζώνης δερματικῆς ἡ Γραφὴ, ἵνα τὸ γεννητικὸν πάθος τῆς ἁγνείας διὰ τῆς ἔξωθεν ἐκ νεκροῦ δέρματος περικειμένης ζώνης νενεκρωμένον εἶναι σημαίνῃ. Ἐκείνη γὰρ τῆς ἔνδοθεν κρυπτομένης