1

 2

 3

 4

 5

1

In ramos palmarum

Εἰς τὰ Βάϊα.

59.703 αʹ. Ἐκ θαυμάτων ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ

φθάσωμεν, ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ ἓν τοῦ ἑνὸς κατέχεται, καὶ τῶν συμβε βλημένων ἕκαστον συνάπτεται θάτερον θατέρῳ καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλ έορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώ νιον. Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοι μασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λα λήσει ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγ γελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς.

Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμέ νην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Κυρίου Ἐκ κλησίας ἐφαίδρυναν καὶ κατέστεψαν, καὶ ἐκ τοῦ σκάμ ματος τῶν ἁγίων νηστειῶν καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον καὶ τὸ καινὸν θέαμα τῆς εἰρήνης ᾄδειν τῷ νικο ποιῷ Χριστῷ ἐδίδαξαν. ∆εῦτε οὖν ἅπαντες, ἀγαλλιασώ μεθα τῷ Κυρίῳ· δεῦτε πάντα τὰ ἔθνη, κροτήσωμεν χεῖρας, καὶ ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μηδεὶς ἄμοιρος ἔστω τῆς χαρᾶς, μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν· μηδεὶς ἀγνωμονείτω τὴν ὑπάντησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμ φῶνος ἀποκλεισθῇ· μηδεὶς σκυθρωπὸς ἢ κατηφὴς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δὲ πονηρούς φημι τοὺς μὴ θέλοντας δέξασθαι τὸν Κύριον βασιλέα ἐφ' αὑτούς.

Πάντες φαιδρῶς συνδράμωμεν, πάντες προ 59.704 θύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως ἑορτάσωμεν. Ἀντὶ ἱματίων τὰς καρδίας ἡμῶν ἐκχέωμεν ἐνώπιον αὐτοῦ, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαριστίαις ἀνατείνωμεν αὐτῷ, καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμε νος ἐν ὀνόματι Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες αὐτὸν, ηὐλόγηνται· καὶ οἱ κατ αρώμενοι αὐτὸν, κατήρανται. Πάλιν ἐρῶ, καὶ προ τρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι· ∆εῦτε, ἀγα πητοὶ, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλογηθῶ μεν ὑπ' αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν, Βασι λεῖς τῆς γῆς καὶ πάντας τοὺς λαοὺς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς, νεανίσκους καὶ παρθένους. Καὶ τὸ καινοπρεπὲς τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκά κῳ τῶν νηπίων παίδων καὶ θηλαζόντων ἡλικίᾳ τὰ πρεσ βεῖα συνεχώρησε τοῦ ἐξάρξαι τῷ Κυρίῳ ἐν ἐξομολογήσει τὸ θεοδίδακτον ᾆσμα, καθάπερ πάλαι Μωϋσῆς τῷ ἐξ Αἰ γύπτου λαῷ, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Σήμερον χαρᾷ χαίρει ὁ μακάριος ∆αυῒδ, σεσυ λημένος τὴν κιθάραν ὑπὸ νηπίων, οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος, καθάπερ τὸ πρὶν πρὸ προσώπου τῆς κιβωτοῦ τοῦ Θεοῦ, συμμουσουργεῖ καὶ συμψελλίζει ἡδέως, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Πρὸς ὃν ἐροῦμεν· Λέγε ἡμῖν, ὦ προ φῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου; Οὐκ ἐμὸν, φησὶ, τὸ διδασκαλεῖον σήμερον· νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτίσαντος ἐκ στόματος νη πίων καὶ θηλαζόντων αἶνον τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν· Ὅπως καὶ διὰ τοῦ θαύματος τούτου ἐπι στραφῶσι καρδίαι πατέρων