1

 2

 3

1

In resurrectionem domini

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὸ ἅγιον πάσχα

Πάντοτε μὲν χαίρειν πάρεστιν ἐν τῇ καθ' ἡμᾶς τοῦ Χριστοῦ ἐκκλησίᾳ, πολλῷ

δὲ μᾶλλον ἐν τῇ παρούσῃ τῆς ἡμέρας ἑορτῇ μυριοφώτῳ λαμπαδουχίᾳ, ὅτε καὶ αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἐκ τῶν ταφιαίων νυμφικῶν θαλάμων ἀνατείλας τῇ ἀναστάσει πρὸ πάντων τὸ τῶν γυναικῶν φῦλον ἀκτινοβολήσας φησὶ πρὸς αὐτάς· Χαίρετε. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· ὁ φόβος ἐσχίσθη καὶ ἡ χάρις ἐδόθη. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· καὶ πρὸ πάντων ἐκεῖσε γυναιξὶ συνήντησεν, ἵνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερισσεύσῃ ἡ χάρις. Πρώτη φωνὴ τῆς ἀναστάσεως χαίρετε· καὶ αὕτη γυναιξὶ συνήντησε καὶ πρὸς αὐτὰς ὁ κύριος εἶπεν· Ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς μου, ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ με ὄψεσθε.

Ὢ τῆς τοῦ κυρίου σοφῆς πραγματείας. Οὐκ ἀπέστειλε πρὸς τοὺς μαθητὰς ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλὰ γυναῖκας ἀπέστειλεν· καὶ οὐχ ἁπλῶς γυναῖκας, ἀλλὰ πιστὰς γυναῖκας, τὰς ἑαυτοῦ στρατιώτιδας. Αὐτὰς ἀπέστειλε πρὸς τοὺς μαθητὰς ὁμοῦ χαροποιῶν καὶ ὀνειδίζων· χαροποιῶν μὲν ἀνέστη ἐκ νεκρῶν, ὀνειδίζων δὲ ὅτι οἱ ἄνδρες τῇ δειλίᾳ κρατηθέντες ἐκρύπτοντο καὶ γυναῖκες τῇ παρρησίᾳ φαιδρυνθεῖσαι τὴν ἀνάστασιν εὐηγγελίζοντο. Πνευματικὴν τοίνυν ἑορτὴν πανηγυρίζομεν σήμερον, τὴν μητέρα πάσης ἑορτῆς, τὴν πανταχόθεν ἀνοίξασαν εἴσοδον τοῦ παραδείσου, τὴν βάσιμον ἀνθρώποις ὁδὸν εἰς οὐρανὸν καταρτίσασαν, τὴν μίαν συμφωνίαν ἀγγέλων καὶ ἀνθρώπων τορνεύσασαν. Μικρὰ πᾶσα γλῶσσα πρὸς ἔπαινον τῆς παρούσης ἑορτῆς· αὕτη γὰρ ἔπαυσε τοῦ δράκοντος τὰ συρίσματα, αὕτη τοῦ Ἀδὰμ τῆς κατάρας τὰς ἀκάνθας ἀνέσπασεν, αὕτη τὴν Εὔαν ἀλύπως τίκτειν ἐδίδαξεν.

Πολυεργὴς ἡ παροῦσα ἑορτή· τὴν φλογινὴν ῥομφαίαν μετέστησε καὶ αὔραν τοῦ ἁγίου πνεύματος εἵλκυσεν, τὸ θανατῶδες ξύλον ἀνέσπασε καὶ τὸν ζωοποιὸν σταυρὸν ἐρρίζωσεν, τὰ φύλλα τῆς συκῆς ἐξήρανε καὶ τὰ κρίνα τῶν νεοφωτίστων ηὔξανεν. Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ Χριστὸν δοξολογοῦμεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὔαν ἀλλὰ τὴν θεοτόκον παρθένον μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν σταυρὸν βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ' εἰς οὐρανοὺς ἀνερχόμεθα, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς· Νυκτὶ ὡμοίωσα τὴν ἡμέραν σου, ἀλλὰ ψάλλομεν πνευματικῶς· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ∆ιὰ τί; Ὅτι ὁ ἥλιος οὐκέτι σκοτίζεται <ἀλλὰ πάντα φωτίζεται>, οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ' ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι τὰ βαΐα τῶν φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν λέγοντες· ∆ίκαιος ὡς φοίνιξ ἀνθήσει. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· εὐφρανθῶμεν αἰσθητῶς καὶ νοητῶς. Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη, μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες.

Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλ' ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες· εὐθυμεῖ τις,