1
In sancta et magna parasceve
ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ.
50.811 Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν· ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυ ρός· ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ, καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι' ἓν ἅγιον αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς πολυδύναμος δύνα μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί πονος, ἐπονείδιστος δόξα· ὥστε κἂν μυρία ἕτερα λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος καταπλήξω τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις, ὡς ἐπὶ σταυρῷ σεμνύνομαι. Οἷόν τι λέγω· Ἐκ παρ θένου προῆλθεν Ἰησοῦς· μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι· ἀλλ' εἰ μὴ σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη τοῦ παραδείσου Παρθένος· νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς ἐν τῇ Γαλιλαίᾳ, ἀλλὰ πάλιν ἀπέθανεν· ἐγὼ δὲ διὰ σταυροῦ ἀναστὰς, οὐκέτι δύναμαι πρὸς θάνατον πεσεῖν.
Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ· τὸ ξύλον ἐφήμερον ἔδωκε τὴν ὠφέλειαν· ἐγὼ δὲ ἔλα βον ξύλον αἰώνιον, ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδα 50.812 λίου, τὰ πνευματικὰ τῆς πονηρίας ἀπωθοῦμαι κύ ματα. Ἐτράφησαν πεντακισχίλιοι ὑφ' ἑνὶ τῷ τοῦ σταυροῦ συνθήματι. Ποῦ οὖν τῆς τροφῆς τὰ λείψανα; πῶς ὁ μὴ παρὼν, τὰ τῶν παρόντων λείψανα λάβω; ∆ώδεκα γὰρ ἦσαν περισσεύσαντες κλασμάτων κό φινοι· σύμμετρος χάρις. Ἐσταυρώθη Χριστὸς, καὶ ἀεὶ τρεφόμεθα· καὶ κορεννύμενοι, πάλιν ζητοῦμεν, καὶ πλέον τὸ λειπόμενον· ἀζήμιος γὰρ ἡ χάρις. Ἐπαινείσθω ἡμέρα φωτὸς γεννητικὴ, δι' ἣν αἱ λοιπαὶ ἡμέραι πρὸς εὐφροσύνην ἐκλήθησαν. Πῶς; Ἄκουε·
Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς ἀνθρωπίνης κατέσχε πηδάλια, ζώων ἁπάντων ἡγεμο νεύων· σήμερον ἐντολὰς ἔλαβεν αὐτεξουσίους, σήμερον ἐξέπεσε τοῦ παραδείσου, σήμερον πάλιν εἰσήχθη. Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό 50.813 νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει· ἐδάκρυσα πολλάκις τὴν τοσαύτην μακαριότητα, αὐτὸν ἰδὼν ἐκπεσόντα· κοινὸν γὰρ ἦν τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον.
Ἐπειδὴ δὲ τοῖς Εὐαγγελίοις ἐνέτυχον, καὶ ἐλαβόμην ταύτης τῆς ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη), ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· Ἀπέδρα ὀδύνη, λύπη, στεναγμός· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά θους τὸ πάθος πολεμοῦντες· οὕτως ὁ Σωτὴρ πάσαις ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν