1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

In sanctos Petrum et Heliam

ΛΟΓΟΣ ΕΙΣ ΠΕΤΡΟΝ ΤΟΝ ΑΠΟΣΤΟΛΟΝ Καὶ Ἠλίαν τὸν προφήτην.

50.725 αʹ. Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι· ἆρα τί τὸ αἴτιον; Μνήμην

μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐ δεὶς ἡμῖν ἀπήντησεν· ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν ἐνέβαλε; μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ' ἡ ῥᾳθυμία αὐτοὺς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι, οὕτω δὴ τὸν ῥᾴθυμον καὶ ἀνα πεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεαν ὑπὲρ τῆς ἀληθείας, σὺ δὲ οὐδὲ βραχείας ὁδοῦ καταφρονεῖς; Ἐκεῖνοι τὴν κε φαλὴν ἀπέθεντο διὰ τὸν Χριστὸν, σὺ δὲ οὐδὲ ἔξω τῆς πόλεως ἀπαντῆσαι θέλεις διὰ τὸν ∆εσπότην; ὁ ∆εσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι' αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτω κας; ∆έον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διά βολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην. Ἀλλ' ἡ πρόφασις αὐτῶν αὕτη· Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Αὐτὸ γὰρ τοῦτο ὅτι ἁμαρ τωλὸς εἶ, ἀπάντησον ἵνα μὴ ἐκπέσῃς τῆς δικαιο σύνης.

Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; Ἀλλὰ διὰ τοῦτο θυσία καὶ Ἐκκλησία, διὰ τοῦτο εὐχαὶ καὶ νηστεῖαι, ἐπειδὴ πολλὰ τὰ τραύματα τῆς ψυχῆς· διὰ τοῦτο καὶ τὰ φάρμακα κατ' αὐτῶν εὕρην ται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον φάρμακον κατεσκευάσθη. Ἔχεις Ἐκκλησίαν θυσίας ἐπιφερομένην, εὐχὰς Πατέρων, Πνεύματος ἁγίου χορηγίαν, μαρτύρων μνήμας, συναθροι σμὸν ἁγίων, καὶ πολλὰ τοιαῦτα δυνάμενά σε ἀπὸ ἁμαρτίας ἀνακαλέσασθαι εἰς δικαιοσύνην· οὐκ ἀπήν 50.726 τησας εἰς εὐχὴν μαρτύρων, ποίαν ἔχεις συγγνώμην; Οὐδὲν τῶν δεινῶν ἐν τῷ μέσῳ, καὶ ἐνεποδίσθης τῆς πρὸς τοὺς μάρτυρας ὁμονοίας; Ἀλλὰ φροντίς σε βιω τικὴ ἐκράτησεν; Ἔτι μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε· ἢ οὐκ οἶδας, ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρ τίαις εἰσὶ προσηλωμένοι; Σάρκας γάρ εἰσιν ἐνδεδυ μένοι, καὶ αἵματι συμπεπλεγμένοι, [καὶ ὀστέοις εἰσὶ συνδεδεμένοι, καὶ αὐτοὶ ἡμεῖς, οἱ ἐπὶ τοῦ θρό νου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπε πλέγμεθα. Ἀλλ' οὐκ ἀπογινώσκομεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν αὐτῷ περιάπτομεν· πάντες γὰρ ἄνθρωποί ἐσμεν ἐκ τῶν αὐτῶν συμπε πλεγμένοι·] καὶ οὐ παραιτούμεθα τὴν διδασκαλίαν, εἰς τὸ πέλαγος ἀφορῶντες τῆς τοῦ Θεοῦ φιλανθρω πίας. Καὶ ὑμεῖς ἁμαρτήσαντες ἐὰν εἰσέλθητε, οὐτοσοῦτον τὸ ἔγκλημα· ὑπὸ γὰρ διδασκαλίαν ἐστέ· ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα· ἄλλο γάρ ἐστι τὸν δι δασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα· ἀλλ' ὅμως οὐ παραιτούμεθα τοῦτο, ἵνα μὴ προφάσει ταπεινοφροσύνης εἰς ῥᾳθυμίαν ἐμπέσωμεν.

Καὶ τοῦτο κατὰ θείαν διοίκησιν γέγονε, τὸ τοὺς ἱε ρεῖς καὶ αὐτοὺς ἁμαρτίαις ὑποπεσεῖν. Καὶ ἄκουσον πῶς ἐστιν· Οἱ διδάσκαλοι αὐτοὶ καὶ οἱ ἱερεῖς, εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον εἶναι περὶ τοὺς ἄλλους καὶ ἀσύγγνωστοι· ἀλλὰ διὰ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθεσι δουλεύειν παρεσκεύασε, καὶ τοὺς ἄρχοντας, 50.727 ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, καὶ τοῖς ἄλλοις συγγνώμην διδῶσι. Καὶ ἀεὶ οὕτως διῴκησεν ὁ Θεὸς, καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, καὶ οἷς ἔμελλεν ἐμπι στεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτους συν εχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι