1
In sanctum Eustathium Antiochenum
ΕΓΚΩΜΙΟΝ Εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Εὐστάθιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς μεγάλης.
50.597
αʹ. Σοφός τις ἀνὴρ καὶ φιλοσοφεῖν εἰδὼς, τῶν ἀνθρω πίνων πραγμάτων τὴν φύσιν μετὰ ἀκριβείας κατα μαθὼν, καὶ ἐπιγνοὺς αὐτῶν τὴν σαθρότητα, καὶ ὡς οὐδὲν ἔχει πιστὸν, οὐδὲ βέβαιον, παραινεῖ κοινῇ πᾶσιν ἀνθρώποις πρὸ τελευτῆς μὴ μακαρίζειν μη δένα. Οὐκοῦν ἐπειδὴ τετελεύτηκεν ὁ μακάριος Εὐ στάθιος, μετὰ ἀδείας αὐτὸν ἁπάσης ἐγκωμιάσαι λοι πὸν δυνάμεθα· εἰ γὰρ πρὸ τελευτῆς οὐ δεῖ μακαρίζειν οὐδένα, μετὰ τὴν τελευτὴν ἀνεύθυνος ἐπὶ τῶν ἀξίων ὁ μακαρισμὸς γένοιτ' ἄν. Καὶ γὰρ παρῆλθε τὸν εὔρι πον τῶν βιωτικῶν πραγμάτων, ἀπηλλάγη τῆς ταρα χῆς τῶν κυμάτων, πρὸς τὸν εὔδιον καὶ ἀτάραχον κατ 50.598.40 έπλευσε λιμένα, οὐχ ὑπόκειται τῇ τοῦ μέλλοντος ἀδηλίᾳ, οὐδέ ἐστιν ὑπεύθυνος καταπτώσει, ἀλλὰ καθάπερ ἐπὶ πέτρας τινὸς καὶ ὑψηλοῦ σκοπέλου νῦν ἑστὼς καταγελᾷ τῶν κυμάτων ἁπάντων. Οὐκοῦν ἀσφαλὴς ὁ μακαρισμὸς, ἀνεπίληπτον τὸ ἐγκώμιον· οὐ γὰρ δέδοικε μεταβολὴν, οὐχ ὑποπτεύει μετάπτωσιν.
Ἡμεῖς μὲν γὰρ οἱ ἔτι ζῶντες, καθάπερ οἱ ἐν μέσῳ πελάγει σαλεύοντες, πολλαῖς ὑποκείμεθα ταῖς μεταβολαῖς· καὶ καθάπερ ἐκεῖνοι νῦν μὲν εἰς ὕψος αἴρονται τῶν κυμάτων κορυφουμένων, νῦν δὲ πρὸς αὐτὸν καταφέρονται τὸν βυθόν· ἀλλ' οὔτε τὸ ὕψος ἀσφαλὲς, οὔτε ἡ ταπείνωσις μόνιμος· ὑδάτων γάρ 50.599 ἐστι ῥεόντων καὶ οὐχ ἱσταμένων ταῦτα ἀμφότερα· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν βέβαιον καὶ ἑστὼς, ἀλλὰ πυκναὶ αἱ μεταβολαὶ καὶ ὀξύῤῥοποι. Ὁ μὲν ὑπὸ τῆς εὐημερίας πρὸς τὸ ὕψος ἐπήρθη, ὁ δὲ ὑπὸ δυσπραγίας εἰς πολὺ κατηνέχθη βάθος· ἀλλὰ μήτε ἐκεῖνος φυσάσθω, μήτε οὗτος τα πεινούσθω· ταχίστην γὰρ ἕκαστος δέξεται τὴν μετα βολήν· ἀλλ' οὐκ ἐκεῖνος ὁ πρὸς τὸν οὐρανὸν μεταστὰς, ὁ πρὸς τὸν ποθούμενον ἀπελθὼν Ἰησοῦν, ὁ πρὸς χω ρίον ἐλθὼν καθαρὸν θορύβων, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Οὐκ ἔστιν ἐκεῖ μεταβολῆς εἰ κὼν, οὐκ ἔστι τροπῆς ἀποσκίασμα, πάντα δὲ πεπη γότα καὶ ἀκίνητα, πάντα βέβαια καὶ ἱδρυμένα, πάντα ἄφθαρτα καὶ ἀθάνατα, πάντα ἀκήρατα καὶ εἰς ἀεὶ διαμένοντα. ∆ιὰ τοῦτό φησι, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα. ∆ιὰ τί; Ἄδηλον γὰρ τὸ μέλ λον, καὶ ἡ φύσις ἀσθενής· ἡ προαίρεσις ῥᾴθυμος, ἡ ἁμαρτία εὐπερίστατος, πολλαὶ αἱ παγίδες· Ἐπί γνωθι γὰρ, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις· διὰ ταῦτα, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, φησίν. Οὐκοῦν μετὰ τελευτὴν μακαρίζειν ἀσφαλὲς τὸν ἄξιον· μᾶλλον δὲ οὐχ ἁπλῶς μετὰ τελευτὴν, ἀλλὰ τελευτὴν τοιαύτην, ὅταν μετὰ στεφάνου τὸν βίον ᾖ καταλύσας τις, ὅταν μετὰ ὁμολογίας καὶ πίστεως ἀνυποκρίτου. Εἰ γὰρ τοὺς ἁπλῶς τελευτήσαντας ἐμακάρισέ τις, πόσῳ μᾶλλον τοὺς οὕτω τελευτήσαντας; Καὶ τίς ἐμακάρισε, φησὶ, τοὺς ἁπλῶς τελευτήσαν τας; Ὁ Σολομὼν, Σολομὼν ἐκεῖνος ὁ πάνσοφος· μὴ γὰρ ἁπλῶς παραδράμῃς τὸν ἄνθρωπον, ἀλλ' ἐννόησον τίς ἦν, καὶ πῶς βεβιωκὼς, καὶ μετὰ πόσης ἀδείας καὶ ἀνέσεως τὸν ὑγρὸν καὶ ἀταλαίπωρον βίον ἔζη. Ἅπαν γὰρ εἶδος ἐπῆλθε τρυφῆς, καὶ ψυχαγωγίας παντοδαποὺς ἐπενόησε τρόπους, καὶ ποικίλας καὶ πολυτρόπους τέρψεων εὗρεν ἰδέας, καὶ ταύτας δι ηγούμενος ἔλεγεν· Ὠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παρα δείσους, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐκτη σάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· κτῆσις βουκολίων καὶ ποιμνίων ἐγένετό μοι· συνήγαγον ἀργύριον καὶ χρυσίον