1
In sanctum Lucianum martyrem
ΟΜΙΛΙΑ ΕΓΚΩΜΙΑΣΤΙΚΗ. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.
50.519
αʹ. Ὅπερ χθὲς ἐδεδοίκειν ἐξέβη, καὶ τέλος ἔλαβε νῦν, 50.520 καὶ τῆς ἑορτῆς ἀπελθούσης, καὶ τὸ πλῆθος ἡμῖν συν 50.521 απεδήμησε, καὶ ἐλάττων ἡμῖν ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ τοῦτο τῆς παραινέσεως ἀπέστην· εἰ γὰρ καὶ μὴ πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ' οὐδὲ πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι' ἡμῶν, ἀλλά γε δι' ὑμῶν πάντως ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπι σπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχού σης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων παθῶν τὰς συνεχεῖς ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει.
Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα τοῦ πένητος ὑπεριδεῖν δυνήσεται, ἀκούων παρὰ τῶν θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης πλουτοῦντα ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Τοιαύτη γὰρ τῆς εὐπορίας ταύ της ἡ φύσις· οὐ συμμεθίσταται τοῖς ἔχουσιν, οὐ συν αποδημεῖ τοῖς κεκτημένοις, οὐ παρίσταται κρινομέ νοις ἐκεῖ καὶ εὐθύνας ὑπέχουσιν, ἀλλ' ὑπὸ τοῦ θανάτου διακόπτεται πάντως· πολλοὺς δὲ καὶ πρὸ τοῦ θανάτου κατέλιπεν· ἄπιστος ἡ χρῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ἐπικίνδυνος ἡ κτῆσις. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, καὶ τὰ τῆς ἐλεημοσύνης· ἀλλ' ἔστιν ἄσυλος οὗτος ὁ θησαυρός. Πόθεν τοῦτο δῆλον; Ὁ περὶ τοῦ πλούτου τούτου φιλοσοφήσας καὶ εἰπὼν, ὅτι Οὐ συγκαταβή σεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ, οὗτος καὶ περὶ τῶν τῆς ἐλεημοσύνης θησαυρῶν, τῶν ἀεὶ μενόν των καὶ μηδέποτε συλωμένων, ἐπαίδευσεν ἡμᾶς οὕτως εἰπών· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δι καιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τί τούτου παραδοξότερον γένοιτ' ἄν; Τὰ συλλεγόμενα ἀπόλ λυνται, καὶ τὰ σκορπιζόμενα μένει, καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ὁ Θεὸς ὑποδέχεται, ἐκ δὲ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάζειν δύναται· τὰ δὲ ἐν ἀνθρωπίνοις ἀποτίθεται θησαυροῖς· ἔνθα πολλαῖς ὑπόκειται ταῖς ἐπιβουλαῖς, ἔνθα πολὺς ὁ φθόνος καὶ ἡ βασκανία. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς ἐν ταῦθα διατριβῆς· κἂν γάρ τις ἀθυμία ἐνοχλῇ, ἐνταῦθα φυγαδεύεται· κἂν φροντίδες βιωτικαὶ, δραπετεύουσι· κἂν ἄλογα πάθη, σβέννυται· ἀπὸ δὲ τῆς ἀγο ρᾶς, καὶ τῶν θεάτρων, καὶ τῶν ἄλλων συλλόγων τῶν ἔξωθεν πολλὰς ἐπισυρόμενοι φροντίδας, καὶ ἀθυμίας, καὶ ψυχῆς νόσους, οἴκαδε ἀναχωροῦμεν. Ἂν ἐνταῦθα διατρίβῃς συνεχῶς, καὶ ἅπερ ἔλαβες 50.522 ἔξωθεν κακὰ ἀποθήσῃ πάντως· ἂν δὲ ἀποπηδᾷς καὶ φεύγῃς καὶ ἅπερ ἐκτήσω παρὰ τῶν θείων Γραφῶν ἀγαθὰ ἀπολεῖς