1

 2

 3

1

In sanctum Paulum apostolum

Ἀπόδειξις· Ὅτι μείζων πάντων τῶν ἁγίων ὁ ἅγιος Παῦλος.

Ἴδετε πηλίκοις ὑμῖν, φησί, γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὡς γὰρ ἐν τοῖς πολλοῖς ἀνεπίληπτος, οὕτω καὶ ἐνταῦθα ἔγκριτος καινοτέρῳ μέλανι χρώμενος· οὐδὲν γὰρ αὐτῷ μέλαν οὐδὲ σκοτεινὸν παρ' αὐτῷ οὐδὲ ἀνθρώπινον· ὑπερέβη πᾶσαν φύσιν, ἀφῆκεν ὄπισθεν αὐτοῦ τὴν κτί428 σιν, μόνῳ Θεῷ προσομιλεῖν νομίζων· μᾶλλον δὲ πέπεισμαι τοῦτον εἶναι ὃν εἶπεν ὁ Κύριος μικρὸν μὲν ἐνταῦθα, ἐν δὲ τῇ βασιλείᾳ μείζονα Ἰωάννου, τοῦ μείζονος τῶν προφητῶν· οὐ γὰρ εἶπε· γεγέννηται ἐν γεννητοῖς γυναικῶν, ἀλλ' οὐκ ἐγήγερται· τὸ γὰρ γεννηθῆναι παρὰ τὸ ἐγηγέρθαι ἕτερον· τὸ μὲν γὰρ γεννηθῆναι δῆλον ἐκ γυναικός· τὸ δὲ ἐγερθῆναι, τὸ προαχθῆναι εἴτε εἰς βασιλείαν ἢ εἰς ἐπισκοπήν, εἴτε εἰς ἕτερόν τι τοιοῦτον πρᾶγμα· ὡς ὅταν λέγῃ· ὃ μὲν ἠγέρθη βασιλεύς, ὃ δὲ ἡγέμων. Ὁ οὖν Κύριος προβλέπων τὸν Ἀπόστολον μέλλοντα συνεγείρεσθαι καὶ βαστάζειν αὐτοῦ τὸ ὄνομα καὶ αἴρειν ἐφ' ἑαυτοῦ τὸν σταυρὸν καὶ κηρύττειν αὐτὸν ἐν πᾶσι τοῖς ἔθνεσι λέγων· τί θαυμάζετε τὸν Ἰωάννην ὡς μέγαν; τούτου τοῦ μεγάλου ἄλλος ἐστὶ μείζων, μήπω πιστεύσας, μήπω ἐγερθεὶς εἰς τὸ κηρύξαι· οὔπω ἐχειροτονήθη εἰς ἀποστολήν, οὔπω αὐτῷ ὤφθην διώκοντι, ἀλλὰ μὴν ἐν τῷ διώκειν ἐστίν· πρὸς μὲν γὰρ τοὺς ἐγερθέντας ἀληθῶς μείζων Ἰωάννου, πρὸς δὲ τὸν μέλλοντα ἐγείρεσθαι ἐλάχιστός ἐστιν· ὁ γὰρ μικρότερος ἐνταῦθα μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ, καὶ ὁ μέλλων ἐν ὑμῖν εἶναι μείζων, ἔστω ὑμῶν διάκονος καὶ ἔσχατος. Ἴδωμεν οὖν τίς ἐστιν ὁ ἐλάχιστος καὶ ἔσχατος πάντων, ἵνα γνωρίσωμεν καὶ τὸν μείζω, ἐπειδὴ ὥσπερ τι διδακτικὸν τοῦ μείζονος τὸ ἔσχατον. Τί οὖν λέγει ὁ Ἀπόστολος; Καὶ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, καὶ ἔσχατον πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Εἰ οὖν ἔσχατος καὶ ἐλάχιστος ἐδείχθη οὗτος πάντων, δῆλον ὅτι μείζων πάντων διὰ τὸ οὕτως ἀποφήνασθαι τὸν Κύριον.

Οὐ μόνον δὲ Ἰωάννου μείζων, ἀλλὰ καὶ πάντων τῶν ἁγίων. Ἑβραῖοί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ· διάκονοι Χριστοῦ εἰσιν, ὑπὲρ ἐγώ. Τί τούτου φανερώτερον; Καὶ ἐπὶ μὲν τῶν Ἑβραίων καὶ Ἰσραηλιτῶν ὡς ἐλαχίστων παρησύχασεν τὸ ὑπέρ, ἵνα μή τις εἴπῃ ἐκείνων μείζονα, τούτων δὲ ἴσον· ἀλλὰ τὸ ἐπὶ πάντων τιμιώτερον, τὸ μεῖζον προσέθηκεν, ἵνα ἀναμφίβολον ποιήσῃ τὸ ζήτημα. Πάλιν δὲ ἵνα μὴ δόξῃ καιρὸν διδόναι καυχήματος ἀληθοῦς, εὐθέως ὑπογράφει τὴν αἰτίαν, δι' ἣν ὑπὲρ αὐτῶν ἐστιν ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτῳ καὶ κινδύνοις πολλάκις καὶ περισσότερον πάντων ἐκοπίασα, καὶ ὅτι εἰ ἕκαστος πάντων ἀπολήψεται κατὰ τὸν ἴδιον κόπον, δῆλον ὅτι περισσότερον οὗτος πάντων τιμηθήσεται, ὡς περισσότερον κεκοπιακώς. Τί τούτου λαμπρότερον; Εἰ θέλεις, καὶ ἄλλην τοιαύτην ἑτέραν ἀπόδειξιν ἄκουε, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ, καὶ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξῃ τὴν πολλὴν μαρκοθυμίαν.

Πῶς τούτῳ ἐνεδείξατο, ἔσχατον αὐτῷ ὀφθείς, εἰ κατὰ χρόνους οὐ πρῶτον; 429 πρὸ γὰρ αὐτοῦ τοῖς μαθηταῖς, πρὸ τῶν μαθητῶν τοῖς προφήταις, μετὰ δὲ τούτους πάλιν τοῖς ἐν τῷ κόσμῳ πρὸ ἐκείνων. Πρῶτον οὖν πῶς τούτῳ, εἰ μὴ διὰ τὸ πρῶτον τῇ τιμῇ; Ὣς οὖν Ἰωάννης ἔσχατος μὲν τῷ χρόνῳ τῶν προφητῶν, μείζων δὲ τῇ τιμῇ, ὡσαύτως καὶ ὁ Ἀπόστολος ἔσχατος μὲν τῶν ἀποστόλων τῷ χρόνῳ, πρῶτος δὲ τῇ τιμῇ πάντων τῶν ἁγίων. Εἰ δὲ οὐ πείθῃ τῇ ἀληθείᾳ, πείσθητι κἀν τῷ τύπῳ τῷ προτυπωθέντι περὶ αὐτοῦ ἐπὶ τῇ ἀναγνωρίσει τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, πῶς ἕκαστον τῶν ἀδελφῶν κατὰ τὰ πρεσβεῖα ἀνέκλινεν ὁ Ἰωσήφ, ἔσχατον δὲ πάντων