1

 2

1

In sanctum Stephanum

Εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον.

59.699 Πάντες μὲν οἱ τῶν μαρτύρων ἀγῶνες ἐπίδοξοι, καὶ θαυμάζεται πανταχοῦ τῶν

δικαίων ἡ ἄθλησις· ἀλλ' ὅπου τὸ περίβλεπτον ἄγεται Στεφάνου τοῦ πρωτομάρτυρος στάδιον, ἐκεῖ καὶ ἡ ἄφωνος γλῶττα πρὸς εὐφημίαν 59.700 διεγείρεται. Τίνα γὰρ οὐ καλεῖ πρὸς ἔπαινον ὁ μακάριος Στέφανος, ὁ καὶ μόνῃ τῇ προσηγορίᾳ τὴν οἰκείαν σημαίνων ἀξίωσιν, καὶ αὐτῷ τῷ ὀνόματι τὴν τιμὴν ἤδη προκεκτημένος τῆς νίκης; Ἐν τούτῳ γὰρ καὶ τὴν 59.701 πάλην, καὶ τὴν νίκην, καὶ τὴν τιμὴν κηρύττει τὸ τοῦ μάρτυρος ὄνομα. Στέφανος, ὁ καὶ τῶν ἀγώνων πρῶτος, καὶ τῶν ἐπαίνων πρῶτος, καὶ τῶν ἐπαίνων ἐξαίρετος, ὁ τοῖς ἴχνεσι τοῦ ∆εσπότου ἑπόμενος, καὶ ἀρχὴ τῶν ἀθλούντων γενόμενος.

Τοῦτον γὰρ πρῶτον ὁ Σωτὴρ εἰς σωτηρίαν ἐγεώργησε μάρτυρα· τοῦτον ὁ τοῦ Χριστοῦ θάνατος εὐθέως καταφρονῆσαι καὶ αὐτοῦ τοῦ θανάτου ἔπεισε· τοῦτον ἐκχέαι καὶ τὸ ἴδιον αἷμα ἡ τοῦ ∆εσπότου πλευρὰ προεξένησεν. Ἃ γὰρ ἔγνω τὸν ∆εσπότην ὑπὲρ δούλων παθόντα, ταῦτα παθεῖν ἠνέσχετο ὑπὲρ αὐτοῦ τοῦ ∆εσπότου, οὐκ ἀναμείνας καιρὸν, οὐ προλαβόντας ἰδὼν, οὐ θεασάμενος ἄθλησιν. Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ πολιτείαν ἑπομένην ἔδειξε, πανταχοῦ τὸ ∆εσπότῃ συναγωνίζεσθαι, καὶ τὴν τελευτὴν ὁμοίαν ἐργάσασθαι, φυλάττων, ὡς μαθητὴς, διδασκάλου τάξιν. Καὶ βλέπε μοι τὸν μακάριον ἐν ἔργοις τε καὶ λόγοις αὐτὸν τὸν ∆εσπότην μιμούμενον. Ἐδόξασε τὸν Σωτῆρα τῶν σημείων ἡ δύναμις· μακαρίζεται καὶ ἐν τούτῳ ἡ χάρις τοῦ μάρτυρος. Στέφανος γὰρ, φησὶ, πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα ἐν τῷ λαῷ. Θαυμάζεται διδάσκων ὁ Κύριος, ἐπαινεῖται δημηγορῶν ὁ μάρτυς. Ἀρξάμενος γὰρ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ ὀπτασίας, καὶ διελθὼν καθεξῆς ἀκολούθως, ἐπιμέμνηται μὲν τῶν καιριωτέρων προσώπων τε καὶ πραγμάτων, εἰσάγει δὲ τὴν εἰς Χριστὸν προφητείαν, καὶ δείκνυσιν ἀεὶ τοὺς Ἰουδαίους τὸν Θεὸν παροργίζοντας. Ἀλλ' ὥσπερ ἔσχεν ὁ Χριστὸς Φαρισαίους ἀντιλέγοντας, οὕτω καὶ ὁ μάρτυς τοὺς ἐκ τῆς συναγωγῆς αὐτῷ ἀντιπίπτοντας. Ἀνέστησαν γάρ τινες, φησὶ, τῶν ἀπὸ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ ἀπὸ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Κατηγορεῖται περὶ τοῦ ναοῦ ὁ ∆εσπότης· συκοφαντεῖται καὶ ὁ μάρτυς ἐν τούτῳ. Ὁ γὰρ ἄνθρωπος οὗτος, φησὶν, οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου, καὶ τοῦ νόμου. Ἔξω τῆς πόλεως ὁ ∆εσπότης σταυροῦται· ἔξω τῆς πόλεως καὶ ὁ μάρτυς λιθάζεται. Ἐκβάλλοντες γὰρ αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἰουδαῖοι σταυροῦσι τὸν Χριστὸν, Ἰουδαῖοι λιθάζουσι καὶ τὸν Στέφανον. Ἀπονέμει συγγνώμην ὁ ∆εσπότης σταυρούμενος· Πάτερ γὰρ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσι.

Παρακαλεῖ ὅμοια περὶ αὐτῶν καὶ ὁ μάρτυς. Θεὶς γὰρ, φησὶ, τὰ γόνατα προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστὲ, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐδὲ ἐν λόγοις, οὐδὲ ἐν ἔργοις ἀκολουθῶν ὁ μάρτυς τῷ ∆εσπότῃ παρέλειψεν, ἀλλ' ἔδειξε καὶ τὸ τῆς ψυχῆς ἀνεξίκακον, καὶ τὸ τῆς ὑπομονῆς ἀνδρεῖον· ὅθεν καὶ ταύτης τῆς 59.702 θείας ὀπτασίας ἀξιοῦται. Ἀτενίσας γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Πατρός. Μέγα τῶν ἀγώνων τοῦτο τὸ στάδιον. Ὁ γὰρ ἀθλητὴς κάτω παλαίει, καὶ ὁ ἀγωνοθέτης ἐξ οὐρανῶν κατοπτεύει· οὗτος ἀγωνίζεται πυκτεύων ἐνταῦθα, κἀκεῖνος ἄνωθεν συναγωνίζεται στήκων. Οὐ