1
In sanctum pascha
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ ἅγιον πάσχα
Νικᾷ καὶ μόνη ἡ ὄψις τῆς ἑορτῆς πᾶσαν ἐγκωμίων πλοκὴν καὶ πᾶς ἔπαινος τῇ
ἀξίᾳ ἀπολιμπάνεται· ὅσον γὰρ ἂν ὁ λόγος ἀναλάβοι ἀγῶνα καὶ ὅλον ἑαυτὸν κινήσει πρὸς τὰ ἐγκώμια, οὐδὲν εἰπεῖν πρὸς ἀξίαν δυνήσεται. Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα. Κρεῖσσον γὰρ ἐστὶ σιωπῶντα τιμᾶν ἢ ὑβρίζειν φθεγγόμενον· ἡ μὲν γὰρ σιωπὴ ἐπιγινώσκουσα τὴν οἰκείαν ἀμαθίαν ἀξιοῦται συγγνώμης, ἡ δὲ προπετὴς πραγματεία οὐδὲν ἄξιον τοῦ προκειμένου ἐρευγομένη καὶ ἀσύγγνωστός ἐστι καὶ ἑαυτὴν ἐστηλίτευσεν.
Ὅμως ἐπειδὴ ὁ θεὸς διὰ πλῆθος οἰκτιρμῶν καὶ τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν οὐ κατ' ἀξίαν ἐπιζητεῖ ἀλλὰ τὴν ἑκάστου πρόθεσιν ἀποδέχεται, λέγωμεν ὅσα δυνάμεθα. Ἡ γὰρ ἑορτὴ τῆς θεϊκῆς ἐστι φιλανθρωπίας τεκμήριον καὶ βοᾷ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὴν νοητὴν ἀγαθότητα· δι' ἧς ὁ μονογενὴς τὸν κόσμον ἀπολλύμενον ἔσωσε καὶ τὸν ἐξορισθέντα ἀνεκαλέσατο ἄνθρωπον, δι' ἧς τὸν δουλωθέντα Ἀδὰμ ἠλευθέρωσεν, δι' ἧς τὴν κακῶς ἐκταθεῖσαν κατὰ τοῦ ξύλου δεξιὰν τῆς Εὔας ἰάσατο, δι' ἧς τὰς τοῦ ᾅδου πύλας ἀνέῳξε συντρίψας μοχλοὺς παραβάσεως καὶ δαιμόνων ἀμετάβλητον πατήσας ὠμότητα καὶ τοὺς πυλωροὺς καταπλήξας. Ὡς γὰρ ἐθεάσαντο εἰς τὴν τοῦ ᾅδου φρουρὰν παραγενόμενον τὸν βασιλέα ἔπτηξαν ἰσχυρῶς· αὐτὸς ὁ ᾅδης τῷ τρόμῳ ἐκλονεῖτο καὶ τοὺς κατοιχομένους κατήπειγε καὶ μετὰ σπουδῆς ἐβιάζετο.
Πᾶσαι αἱ μυριάδες τῶν ἐγκατακλείστων ἐκεκίνηντο καινότερον θέαμα θεάσασθαι ἐπειγόμεναι καὶ προσπίπτουσαι συμφώνως ἱκέτευον προβαλλόμεναι τὴν διαβολικὴν ὠμότητα καὶ ἀγριότητα αὐτοῦ καὶ ὁμοφώνως πρεσβεύουσαι προσέπιπτον. Ὅθεν πᾶσαν τὴν αἰχμαλωσίαν ὁ βασιλεὺς ἀπέσωσε καὶ τὰ οἰκεῖα δεσποτικῶς ἐλευθεροῖ δημιουργήματα. Αὐτὸς ὁ θάνατος κατῃσχύνετο κατέχειν τὸν ἐν νεκροῖς ἐλεύθερον μὴ δυνάμενος· κατέπιε γὰρ τοὺς πολλοὺς καὶ τὸν σωτῆρα πέψαι μὴ δυνάμενος διεφθάρη. Κατέπιεν ὡς ἄνθρωπον, ἐξέμεσε δὲ οὐχ ὡς ἄνθρωπον, πάντας γὰρ τῷ ἑνὶ συνεξέμεσεν. Ἐθεάσατο γὰρ σῶμα ἐνδεδυμένον καὶ ἐνεπήδη σεν, ἔλαβε δὲ τὴν πεῖραν τῆς δυνάμεως καὶ φρίξας ἀπεπήδησεν. Ἐν τάφῳ διὰ Ἰουδαίων κατέκλεισε καὶ νενικηκέναι τοῦτον ἐνόμισε καὶ ὑψοῦτο καὶ ἐκηρύσσετο· ὡς δὲ εἶδε τὸν τάφον ἀνεῳγμένον καὶ τοῦ ἀποθανόντος, ὡς ἐνόμισε, σώματος τὴν ἀνάστασιν θεϊκὴν γενομένην καὶ τοῦ νεκρωθέντος τὴν ἀνίκητον δύναμιν, τὴν ἰσχὺν παρελύετο καὶ τὸ οἰκεῖον τέλος ὁ δείλαιος δεδοικὼς ἐβόα· Οἴμοι, ὡς ἔοικεν, ἦλθεν ὁ ἐμὲ καταλύων καὶ τὴν ἐμὴν βασιλείαν πορθῶν.
Πολλοὶ ἤλθοσαν πρός με καὶ οὐδένα θεασάμενος ἐδειλίασα, πολλοὺς ἐθανάτωσα καὶ οὐδεὶς ἀντέσχε μοι. Νῦν ὁ δυνατὸς οὐχ ὑφίσταμαι, ὁ ὑψηλὸς τεταπείνωμαι, ὁ κραταιὸς παραλέλυμαι, ὁ καυχώμενος ἐδαφίζομαι, ἀοράτως συνέχομαι, οὐ φέρω τοῦ παρόντος τὴν δύναμιν· ὁ ὁρώμενος φοβερὸς εὐκαταφρόνητος πέλω, ὁ νοούμενος δυνατὸς παρὰ πᾶσι καταγέλαστος ὑπάρχω. Οἴμοι, τί ποιήσω; Πῶς ἠπατήθην. Ἐτέχθη ὡς ἄνθρωπος, ἐπ' ἀγκαλῶν περιηνέχθη ὡς ἄνθρωπος, μαζοῖς ὑπεβλήθη ὡς ἄνθρωπος, ἐπείνασεν ὡς ἄνθρωπος, ἐδίψησεν ὡς