1
In sanctum pascha
Τοῦ αὐτοῦ λόγος εἰς τὸ ἅγιον Πάσχα. Εὐλόγησον· πάτερ. Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος, ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν. Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανά του κεχαλίνωται στόμα, οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσ καιρον γελῶσι τὸν θάνατον, μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν. Ἀποτεμὼν γὰρ ἡμᾶς τῆς ὀδυνηρᾶς ταύτης καὶ προσκαίρου ζωῆς εἰς ἀταλαιπώρητον διαγωγὴν καὶ μακαρίαν παραπέμπει κατάστασιν, ἔνθα "ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός" εἰς ἀπόλαυσιν ἀνεκλάλητον καὶ τρυφὴν ἀκατάληπτον, "ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη". Ἄκων οὖν εὐεργέτης τῶν ἀνθρώπων ὁ θάνατος καὶ ἐχθρὸς ἐπιτήδειος, ἀλλ' εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος· ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέ τερα, καταλύσει τὰ ἴδια.
Λύσις γὰρ θανάτου τὸ τοὺς τελευτῶντας εἰς ἀτελεύτητον ἀθανασίαν χωρεῖν. Καὶ τίς αὐτὸ(ν) εἰς τὴν ἀντίστρο φον ταύτην περιήνεγκεν τέχνην ἵνα λοιπὸν εὐεργετῇ καὶ βλάπτων χαρίζηται; Ὁ τὴν τῆς ἀναστάσεως ἐπαγγελίαν ἐκφωνήσας τῷ κόσμῳ· "λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." "Λύ σατε τὸν ναὸν τοῦτον", οὐχ ὃν αἱ ὑμέτεραι χεῖρες ἀνέστησαν, ἀλλ' ὃν ἐγὼ κτίσας ἐμαυτῷ περιέθηκα· αὐτὸς γὰρ πεσὼν ἀναστήσεται, ὁ δὲ ὑμέτερος ἱστάμενος πεσεῖται· "Ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον." "Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν". Οὐκ εἶπεν· ἐγερεῖ αὐτὸν ὁ Πατὴρ, ἵνα μὴ Ἄρειος ἐπιπηδήσῃ τῷ λόγῳ ἀλλ'· Ἐγὼ ἐγερῶ αὐτόν· ἐγὼ δι' ἐμαυτοῦ αὐ θεντῶ οὐ κελευόμενος. ∆ιὰ τί δὲ μὴ παραχρῆμα, ἀλλὰ μετὰ τρεῖς ἡμέρας; Ἐρωτᾷς διὰ τί μὴ παραχρῆμα ἀνίσταται, ἀλλὰ μετὰ τρεῖς ἡμέρας· Ἵνα μὴ τοῦ προφήτου Ἰωνᾶ τὸν τύπον παραλύσῃ. "Ὥσπεργὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας". Ἥλιος γὰρ διασκεδάζει γνόφον, διώ κει δὲ νύκτα φωτοφόρος ἡμέρα· τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκο χίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα. Πάντα χαρᾶς καὶ φαιδρό τητος γέμει. Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω. Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμ φορά. Πενθεῖ δὲ ἄρα ὁ διάβολος· ∆ιὰ τί; Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν, ὅτι καὶ τὸ καθ' ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμό νων τρόπαιον νικηφόρον. Σταυρὸς δένδρον ἀειθαλὲς καθ' ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον.
Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέ πειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλί ψεως λόγχῃ, ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν. Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν. "Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά". Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥήγνυσιν. Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν. Τὴν Εὔαν ἐσκέ λισεν, παρὰ Μαρίας σκελίζεται. Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβά σεως, θρηνήσει τῷ σταυρῷ κολαζόμενος. Ἐν τῷ παραδείσῳ κεκρά τηκεν, ἐν τῷ Ἅιδῃ κεκράτηται. Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυράννησεν, ἀλλ' ἐν τῷ Ἅιδῃ κρατῶν ἀπεστέρηται. Ὃν οὐκ εἶχεν πρότερον ἔλαβεν, ἀλλ' ὕστερον, ὃν κατεῖχεν ἀπώλεσεν. Χαίρων ἔδρα μεν καὶ θρηνῶν ἀνεχώρει. "Τὰ ἀρχαῖα παρῆλθεν, γέγονεν τὰ πάντα καινά." Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος. Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία. Οὗ γὰρ ἐκείνη τὰς ἐν τολὰς οὐκ ἐφύλαξεν, τοῦτον αὕτη γαστρὶ περιέλαβεν· καὶ ὃν οὐρα νὸς οὐκ ἐχώρησεν, οὐκ ἐστενοχώρησεν