1
In sanctum pascha (sermo 4) [Sp.]
Εἰς τὴν αὐτὴν πραγματείαν δʹ.
59.731 Πάσχα μὲν ἑορτάζουσιν Ἰουδαῖοι, τῆς ἐξ Αἰγύπτου σωτηρίας ἀνάμνησιν, θανάτου πρωτοτόκων ἀποφυγήν. Πάσχα διὰ τοῦτο ὀνομάζεται, ὅτι ἔστιν ὑπέρβασις θανά του· τοῦτο γὰρ ἡ λέξις δηλοῖ κατὰ γλῶτταν Ἑβραίων. Πάσχα δὲ ἡμεῖς ἑορτάζομεν, οὐ μερικὴν ἀποφυγὴν θα νάτου, καθάπερ ἐκεῖνοι, οὐδὲ προσκαίρου δουλείας ἐλευ θέρωσιν, ἀλλὰ τελείαν μὲν ἐκ θανάτου λύτρωσιν, τελείαν δὲ ἐκ τῆς τοῦ διαβόλου δουλείας ἀπόλυσιν. Ὁ τῶν πρω τοτόκων θάνατος ἐκείνους ὑπερέβαινε, τὸ τυπικὸν πρό βατον θύσαντας, καὶ τῷ αἵματι τὰ περὶ τὰς θύρας χρί σαντας· ἡμᾶς δὲ ὁ ἐκ τοῦ πρωτοπλάστου θάνατος ὑπερ βαίνει, κατασχεῖν μὴ δυνάμενος τοὺς τὴν θυσίαν τοῦ θείου προβάτου δεδεγμένους, καὶ τῇ πίστει τοῦ σωτηρίου αἵματος περιπεφραγμένους.
Ἐκείνοις ἀπὸ γῆς τὸ πρό βατον· ἡμῖν ἐξ οὐρανοῦ, κατὰ τὸν Ἀβραὰμ τύπον γενό μενον, ὅτε πρόβατον ἔσχε θεόπεμπτον ὑπὲρ τοῦ υἱοῦ προσαγαγεῖν· νῦν δὲ ὡς ἀληθῶς θεόπεμπτον ἐξ οὐρανοῦ τὸ πρόβατον, προσαχθὲν ὑπὲρ ἡμῶν, ἵνα μηκέτι θανάτῳ κατεχώμεθα, διὰ τὸν ἀκράτητον ὑπὸ θανάτου Χριστόν. Ἀπέστειλε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου· καὶ, Καταβέβηκα, φησὶν, ἐξ οὐρανοῦ. Καὶ μαρτυρεῖ περὶ αὐτοῦ ὁ Βαπτιστὴς, Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, λέγων, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἁμαρτίαν γὰρ οὐκ ἀφῄρει πρόβατον ἄλογον· διὰ τοῦτο οὐδὲ τὸν ἐκ τῆς ἁμαρτίας γενόμενον θάνατον· τὸ δὲ λο γικώτατον πρόβατον ἁμαρτίαν ἔλυσε, θάνατον σὺν αὐτῇ καταλύσας. Ἐξάγει δὲ ἡμᾶς οὐκ ἐκ τῆς Αἰγυπτιακῆς εἰς τὴν Ἰουδαίαν, ἀλλ' εἰς αἰωνίαν κτῆσιν ἀπὸ κόσμου φθει-ρομένου. Πρόβατόν ἐστιν ἅμα, καὶ ποιμὴν τῶν προβάτων καθηγούμενος.
Ἔμπροσθεν γὰρ, φησὶ, πορεύσομαι, ἐπὶ τὴν αἰωνίαν ἄγων αὐτὰ ζωήν. Ἀρχὴ μηνῶν Ἰουδαίοις ἡ τοῦ προβάτου θυσία, καὶ ἡ ἔξοδος ἡ ἐξ Αἰγύπτου· ἡμῖν δὲ ἀρχὴ ζωῆς τὸ τοῦ Κυρίου πάθος, καὶ ἡ σὺν Χριστῷ μετάστασις ἀπὸ κόσμου. Τότε γὰρ ζῶμεν, ὅτε ἀποθνήσκομεν κόσμῳ· τότε εἰς Θεὸν ἀναγεννώμεθα, ὅτε τὴν ἐπὶ γῆς γένεσιν ἀπογινόμεθα. Τὸ πρόβατον ἀμέριστον, ἐπὶ μιᾶς ἐσθιόμενον οἰκίας, τῆς πνευματικῆς Ἐκκλησίας, ἀλλαχοῦ δὲ οὐχ εὑρισκόμενον· ὥσπερ καὶ τοῖς σωματικοῖς Ἰουδαίοις προστέτακτο μὴ ἐξενεγκεῖν τῶν τοῦ προβάτου κρεῶν ἀπὸ τῆς οἰκίας. Πρόβατον, διὰ τὴν ἠπιότητα, Χριστὸς, κατὰ δὲ τὴν ὑψοῦσαν ὁδὸν, ἔριφος, ὁμοίωμα αὐτοῦ τότε ἐθύετο. Ἄρτος ἄζυμος ἦν τοῖς πάσχα ἐσθίουσιν, ἡμῖν δὲ πρὸς Χριστὸν κοινωνία μετὰ καινῆς καὶ νέας καὶ ἁπλουστάτης διανοίας· ὥσπερ τὸ ἄζυμον 59.732 καινὸν φύραμα καὶ ἁπλοῦν. Αἱ πικρίδες αἱ μετὰ τὸ πάσχα ἐσθιόμεναι, τότε θλίψεις ἐδήλουν τὰς ἡμετέρας, δι' ὧν κοινωνοῦμεν τοῖς Χριστοῦ παθήμασι. Πικρὸν γὰρ ἡ θλῖψις, εἰ καὶ γλυκὺς ὁ ἐξ αὐτῆς καρπός. Ὀστοῦν οὐ συνετρίβετο τοῦ προβάτου, καὶ τοῦτο ὁ νόμος ἐκέλευεν εἰς Χριστὸν προτυπῶν, ὡς τὸ Εὐαγγέλιον ἐξηγεῖται, ὅτι οὐδεὶς κατέαξε τὰ ἅγια τοῦ Κυρίου σκέλη· Ἵνα ἡ Γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ. Ἠσθίετο δὲ ἐπὶ τῆς νυκτὸς τὰ κρέατα, καὶ εἰς ἡμέραν οὐχ ὑπελείπετο, ὅτι καὶ ὁ Χριστοῦ θάνατος ἐπὶ τοῦ παρόντος αἰῶνος μνημονεύεται, ἐπὶ δὲ τοῦ μέλλοντος ἡ ζωὴ φαίνεται.
Σχῆμα δὲ τῶν ἐσθιόντων τὸ πάσχα, ὀσφὺς ἐζωσμένη, ὑποδήματα ἐν ποσὶν, ἐν χερσὶ βακτηρίαι. Ὁδοιπορικὸν ἅπαν τὸ σχῆμα, παρεσκευασμένων εἰς ὁδοι-πορίαν, ἐπειγομένων ἀπᾶραι· ἡμῖν δὲ ψυχῆς ἡ πρόθεσις ὁδοιπορικὴ πρὸς ἀποδημίαν τοῦ κόσμου στελλομένη. ∆ιὰ τοῦτο εὐσταλεῖς καὶ περιεσφιγμέναι πανταχόθεν αἱ ψυχαὶ