1

 2

 3

 4

1

In sanctum pascha (sermo 5) [Sp.]

Εἰς τὴν αὐτὴν ὑπόθεσιν εʹ.

59.731 αʹ. Ἐν Ἰουδαίοις οἱ τύποι, παρ' ἡμῖν δὲ ἡ ἀλήθεια. Σκιὰν γὰρ, φησὶν, ὁ νόμος εἶχε τῶν μελλόντων ἀγαθῶν· καὶ, Ὁ νόμος, φησὶ, διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις 59.732 γὰρ καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Οὐδὲ γὰρ τὰ Ἰουδαίων ἀλλότρια Χριστοῦ, τυπικὴν δὲ καὶ σκιώδη τὴν πρὸς Χριστὸν εἶχεν οἰκείωσιν· ἐτηρεῖτο δὲ 59.733 τῇ κατὰ πρόσωπον αὐτοῦ παρουσίᾳ ἡ τελείωσις, καὶ ἡ σαφὴς αὐτοψία τῶν πραγμάτων, ὅτε καὶ ἡ αὐτοψία τοῦ βασιλέως. Καὶ γάρ τις εἰκόνα γράφων, σκιογραφεῖ πρῶ τον, εἶτα τοῖς χρώμασι τελειοῖ τὴν γραφήν· καὶ ἔστιν ἕτερον μὲν τῆς σκιᾶς ἡ εἰκὼν κατὰ τὸ φαινόμενον, ταὐ τὸν δὲ κατὰ τὸν ὑποκείμενον τοῖς χρώμασι χαρακτῆρα. Σκόπει δή μοι διὰ τῶν σκιῶν τὰ ἀληθινὰ, καὶ θεώρει διὰ τύπων τὰ δηλούμενα, καὶ ἐκ τῶν μικρῶν πρὸς τὰ μεγάλα πρόϊθι· καὶ μή μοι περὶ γῆν ἀπομείνῃς, ἐλευ θερίας ἔθνους ἑνὸς τῆς ἀπὸ τυράννου, καὶ σωτηρίας παι δίων τῆς προσκαίρου, καὶ μετοικίας τῆς ἀπὸ γῆς εἰς γῆν ἐπιτελῶν ὑπομνήματα. Οὐδὲ γὰρ τὰς Ἑλλήνων ἑορτὰς εὑρήσεις πάνυ τι τῶν τοιούτων ἀφεστηκυίας ὑπομνημά των. Ἑορτάζουσι γάρ τοι καὶ ἐκεῖνοι νόσων ἀποφυγὰς, καὶ τυραννίδων ἐλευθερώσεις, ἀποικίας τε καὶ πόλεων κτίσεις, καὶ νίκας πολέμων, καὶ τὰ τοιαῦτα, ὅσα γήϊνα καὶ πρόσκαιρα λαμβάνοντες εἰς ὑπόθεσιν ἑορτῶν.

Ἤδη τὰ μεγάλα μνησθῆναι δεῖ, τὰ θεῖα καὶ ὄντως Θεοῦ δῶρα, καὶ μεγάλην τὴν αἰωνίαν ἑορτάζουσιν ἑορτὴν, ἐλευθέρω σιν ἐκ δαιμόνων ἀντικειμένων πολεμούντων πρὸς τὸ ἀγαθὸν, ἀφελκόντων ἀπὸ τῆς Θεοῦ βασιλείας, σωτηρίαν οὐ πρὸς βραχύν τινα βίον, ἀλλὰ πρὸς αἰωνίαν διαμονὴν, μετοικίαν ἀπὸ γῆς εἰς οὐρανὸν κατὰ τὴν παροῦσαν πο λιτείαν, καὶ εἰς αἰωνίαν κτῆσιν κατὰ τὴν μέλλουσαν ἀνά στασιν. Αἴγυπτος ἔθλιβεν Ἰουδαίους ἐλευθέρους ὄντας ἐκ πατέρων, ὑποβαλοῦσα δουλείας ζυγῷ, πλινθουργεῖν καὶ πόλεις κατασκευάζειν ἀναγκάζουσα. Σύμβολον τοῦτο θλίψεως κοσμικῆς, ἐν ᾗ κατεπονεῖτο τὸ γένος τὸ ἀνθρώ πινον, ἀποπεσὸν τῆς παρὰ Θεοῦ τρυφῆς τε καὶ ἐλευθε ρίας, περὶ τὴν γηΐνων ἐργασίαν διαπονούμενον, καὶ τὰς σκηνὰς ἀπολλυμένας κατασκευάζον· ὅτι μηδὲν τῶν ἐν ἀνθρώποις μόνιμον μηδὲ ἀσφαλὲς, ἀλλὰ πάντα φθειρό μενα χειρῶν ἀνθρωπίνων ἔργα, καὶ χρόνου παραναλώ ματα. Ἐλευθερῶσαι τῆς δουλείας ταύτης ὁ Θεὸς βούλε ται, καταπονούμενον τὸ ποίημα τὸ ἴδιον οἰκτείρας, ὥσπερ εἶδε τὴν κάκωσιν τῶν υἱῶν Ἰσραὴλ, ἐλευθεροῖ διὰ κτή σεως. Ἑκουσίως γὰρ εἰς Θεὸν ἐπανελθεῖν δεῖ τοὺς ἑκου σίως ἀποπηδήσαντας. Πέμπονται δοῦλοι νόμον κομίζον τες, διὰ νόμου πρὸς δικαιοσύνην παρακαλοῦντες, διὰ δικαιοσύνης πρὸς Θεὸν ὁδηγοῦντες, μικρὰς ἔτι κολάσεις ταῖς ἀντικειμέναις δυνάμεσιν ἐπάγοντες, οὔπω τέλεον ὄλεθρον ἐν μέρει κομίζοντες, τοὺς ἀσεβεῖς οὔπω παντε λῶς ἐξαλείφοντες. Τοῦτο γὰρ ἐφυλάττετο τῇ τοῦ ∆εσπό του παρουσίᾳ μετὰ τοὺς δούλους παραγινομένου. Τύποι δὲ τούτων καὶ σύμβολα, Μωϋσῆς ἀποστελλόμενος πρὸς Ἰουδαίους μετὰ Ἀαρὼν τοῦ ἀδελφοῦ, καλῶν ἐπὶ λατρείαν Θεοῦ, μαστιγῶν Αἴγυπτον πληγαῖς μερικαῖς ὑπὲρ τοῦ δουλουμένου καὶ θλιβομένου λαοῦ. Ἀλλὰ γὰρ τούτων γι νομένων, ἔτι καὶ ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ, καὶ ὁ βασιλεὺς τῶν Αἰγυπτίων χώραν εἶχε τοῦ θεομαχεῖν. Ἐννέα πλη γαὶ, καὶ τέλος οὔπω τοῦ πράγματος. Τὴν τελευταίαν ἐπαχθῆναι δεῖ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, καὶ ἅμα ταύτῃ ἐξιέναι τὸν Ἰσραήλ.

Ἐνταῦθα πρόβατον θύεται, καὶ αἱ τῶν οἰκιῶν εἴσοδοι τῶν Ἑβραϊκῶν τῷ αἵματι χρίονται, καὶ τὰ πρωτότοκα τῶν Ἰουδαίων ἐκφεύγει τὴν τοῦ θανάτου πληγὴν