1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

In sanctum pascha (sermo 6) [Sp.]

1.1 Ἱεραὶ μὲν ἤδη φωτὸς αὐγάζουσι Χριστοῦ ἀκτῖνες καὶ καθαροὶ καθαροῦ πνεύματος ἀνατέλλουσι φωστῆρες, οὐράνιοι δὲ δόξης καὶ θεότητος ἀνεῴγασι θησαυροί· νὺξ ἡ πολλὴ καὶ ἀμαυρὰ κατεπόθη καὶ τὸ ἀφανὲς σκότος ἐν αὐτῷ ἀνηλώθη καὶ ἡ ἀμειδῆ θανάτου συνεσκιάσθη σκιά. Ζωὴ τοῖς ὅλοις ἐφηπλώθη καὶ φωτὸς ἀπλήστου τὰ ὅλα γέμει, ἀνατολαὶ ἀνα τολῶν ἐπέχουσι τὸ πᾶν καὶ ὁ πρὸ ἑωσφόρου καὶ φωστήρων, ἀθάνατος καὶ πολύς, ἐπανθεῖ μέγας Χριστὸς τοῖς ὅλοις ὑπὲρ ἥλιον. 1.2 Καὶ διὰ τοῦτο μακρὰ καὶ αἰώνιος καὶ ἄσβεστος ἡμῖν ἐμπολιτεύεται πᾶσι τοῖς πεπιστευκόσιν αὐτῷ λαμπρὰ ἡμέρα, πάσχα τὸ μυστικόν, τυπικῶς μὲν διὰ νόμου λειτουργούμενον, ἐνεργῶς δὲ διὰ Χριστοῦ πληρώμενον, πάσχα τὸ θαυμαστόν, θάμβος θείας ἀρετῆς καὶ δυνάμεως ἔργον, ἀληθῶς ἑορτὴ καὶ μνημόσυνον αἰώνιον, ἐκ πάθους ἀπάθεια, ἐκ θανάτου ἀθανασία, ἐκ νεκρότητος ζωή, ἐκ πληγῆς ἴασις, ἐκ πτώσεως ἀνάστασις, ἐκ καθόδου ἀνάβασις. 1.3 Οὕτως Θεὸς ἐργάζεται μεγάλα, οὕτως ἐκ τῶν ἀδυνάτων δημιουργεῖ τὰ παράδοξα, ἵνα γνωσθῇ ὅτι μόνῳ ὅσα θέλει πάντα ἔξεστιν αὐτῷ.

2.1 Αἴγυπτος μὲν οὖν τοὺς τύπους προαναγγελλέτω καὶ νόμος τὰς εἰκόνας

τῆς ἀληθείας προερμηνευέτω, ἄγγελος κηρύττων μεγάλην μεγάλου βασιλέως ἐπιδημίαν, ἔνθα ὁ μὲν αἰγύπτιος ὄχλος τῶν πρωτοτόκων ἀποθνησκέτω, τὸν δὲ Ἰσραὴλ τὸ μυστικὸν αἷμα σωζέτω· πάντα ταῦτα τῶν μελλόν των σκιά, ἐν ἡμῖν δὲ τῶν εἰκόνων τὰ μορφώματα καὶ τῶν τύπων τὰ πληρώματα καὶ ἀντὶ τῆς σκιᾶς αὐτὴ ἡ ἀκρίβεια καὶ βεβαίωσις τῆς ἀληθείας. 2.2 ∆ιὰ τοῦτο προώδευε νόμος ἐν τύπῳ σημαίνων τῆς ἀληθείας τὰ μορφώματα, καὶ ὁ μὲν τύπος ἐγένετο, ἡ δὲ ἀλήθεια ηὑρίσκετο· ἀμνὸς ἐξ ἀγέλης ἐκεῖ, ἐνταῦθα ἀμνὸς ἐξ οὐρανῶν, αἵματος ἐκεῖ τὸ σημεῖον καὶ τὸ ὀλίγον τοῦ παντὸς φυλακτήριον, ἐνταῦθα ὁ λόγος <καὶ> ὁ κρατὴρ θείου γέμων αἵματός τε καὶ πνεύματος, πρόβατον ἐκ ποίμνης ἐκεῖ, ἐνταῦθα αὐτὸς ἀντὶ τοῦ προβάτου ὁ ποιμήν.

3.1 Πῶς οὖν οὐ τὴν καθόλου σωτηρίαν τῶν ὅλων ἐπαγγέλ λεται τὰ ἔργα, ὧν

καὶ μόνοι οἱ τύποι εἰσι σωτήριοι; 3.2 Ἑορ ταζέτωσαν μὲν οὖν οἱ οὐρανοὶ τῶν οὐρανῶν, ὡς τὸ θεῖον πνεῦ μα βοᾷ, δόξαν Θεοῦ διηγούμενοι, πρῶτοι τὰς πατρῴας τοῦ θείου πνεύματος ἀνατολὰς ὑποδεχόμενοι· ἑορταζέτωσαν δὲ καὶ οἱ ἄγγελοι καὶ ἀρχάγγελοι τῶν οὐρανῶν, καὶ πᾶς ὁ ἐπουράνιος δῆμος καὶ στρατὸς ἑορταζέτω τὸν ἀρχιστράτηγον τῆς ἄνω στρατιᾶς βλέπων ἐπὶ κόσμον σωματικῶς ἀφικνού μενον· ἑορταζέτωσαν καὶ οἱ τῶν ἀστέρων χοροὶ τὸν πρὸ ἑωσφόρου ἀνατέλλοντα μηνύοντες, ἑορταζέτω καὶ ἀὴρ ἀμετρήτοις βάθεσι καὶ πλάτεσι μετρούμενος, ἑορταζέτω καὶ ἁλμυρὸν θαλάσσης ὕδωρ ἱεροῖς ἴχνεσι καὶ βάσεσι τετιμη μένον, ἑορταζέτω καὶ ἡ γῆ θείῳ λουσαμένη αἵματι, ἑορταζέτω καὶ πᾶσα ἀνθρωπίνη ψυχὴ εἰς τὴν καινὴν παλιγγενεσίαν δι' ἀναστάσεως ἀναψυχουμένη. 3.3 Τοῦτο τὸ πάσχα, κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον ἀποστολή, Χριστοῦ περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωή, θανάτου θανατηφόρος πληγή, ἀνθρώπων ἡ ἄφθαρτος τροφή, καὶ τῶν ὅλων ἡ οὐράνιος ψυχή, οὐρανοῦ καὶ γῆς ἱερὰ τελετή, παλαιὰ καὶ καινὰ προφητεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα.

4.1 ∆ιὰ τοῦτο προσκυρούμενοι τοῖς τὰ καινὰ καὶ παλαιὰ μετὰ γνώσεως ἱερᾶς

μεμυημένοις, ὡς μὲν οὖν διὰ βραχέων ἐπορίσαμεν εἰπεῖν τοιάδε ἡ τοῦ πάσχα