1

1

Interpretatio orationis Pater noster

Ἑρμηνεία εἰς τὸ, "Πάτερ ἡμῶν"

59.627 Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Πατέρα λέγεις, ἄνθρωπε, τὸν Θεόν; Καλῶς

λέγεις. Ἔστι γὰρ Πατὴρ πάντων. Ἀλλὰ σπεῦδε ἐργάζεσθαι ἔργα ἀρέσκοντα τῷ Πατρί σου. Εἰ δὲ κακὰ ποιεῖς ἔργα, πρόδηλον ὅτι τὸν διάβολον ἐπικαλῇ πατέρα· αὐτὸς γάρ ἐστιν ὁ ἔφορος τῶν κακῶν. ∆ιὸ σπεῦδε ἐκφυγεῖν τοῦτον, ἀρέσαι δὲ τῷ ἀγαθῷ Πατρὶ καὶ ποιητῇ σου. Ἁγιασθήτω τὸ ὄνομά σου. Καὶ τί γάρ; οὐκ ἔστιν ἅγιος ὁ Θεός; Ναὶ, ἅγιος· ἀλλὰ τοῦτο λέγεις, Ἐν ἐμοὶ ἁγιασθήτω τὸ ὄνομά σου, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα μου, καὶ δοξάσωσι τὸν Πατέρα καὶ ποιητήν μου. Ἐλθέτω ἡ βασιλεία σου. Τί γάρ; οὐκ ἔστι βασιλεὺς ὁ Θεὸς, ὅτι μέλλει ἔρχεσθαι ἡ βασιλεία αὐτοῦ; Ναὶ, βασιλεύς ἐστι πάντων, ἀλλ' ὥσπερ πόλις κυκλωθεῖσα ὑπὸ ἐχθρῶν ζητεῖ ἐλθεῖν τὴν δύναμιν τοῦ βασιλέως, καὶ ἐξελέσθαι αὐτήν· οὕτω δὴ καὶ ἡμεῖς κυκλωθέντες ὑπὸ τῶν ἐναντίων δυνάμεων καὶ ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ πονηρῶν λογισμῶν, ζητοῦμεν ἐλθεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, ἐξελέσθαι ἡμᾶς. Καὶ κατὰ ἄλλον τρόπον· ἐπειδὴ ὁ προφήτης λέγει, Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, τῷ παρελθόντι χρόνῳ ὡς μέλλοντι χρησάμενος, χάριν τούτου κράζομεν· Ἐλθέτω ἡ βασιλεία σου, Κύριε· τουτέστιν, Ἐλθέτω ἐφ' ἡμᾶς τὰ ἐλέη σου· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Λέγει γὰρ οὕτω· Κύριε, ὥσπερ ἐγένετο τὸ θέλημά σου ἐν τῷ οὐρανῷ, καὶ εἰσὶν ἄγγελοι ἅπαντες ἐν εἰρήνῃ, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὁ ὠθῶν καὶ ἀντωθούμενος, οὔτε τύπτων καὶ τυπτόμενος, ἀλλὰ πάντες ἐν εἰρήνῃ βαθείᾳ· οὕτω καὶ ἐν ἡμῖν τοῖς ἐπὶ γῆς ἀνθρώποις γενηθήτω τὸ θέλημά σου· ἵνα πάντα τὰ ἔθνη ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάσωμεν τὸν ποιητὴν 59.628 καὶ Σωτῆρα ἡμῶν. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐπιούσιον ἄρτον λαβεῖν αἰτοῦμεν. Ἄρτος δὲ ψυχῆς λόγος Θεοῦ, καθὼς ἔφη τις τῶν ἁγίων· Ἄνοιγε, τέκνον, σὸν στόμα λόγῳ Θεοῦ. Καὶ διὰ τοῦτο συχνοτέρως μνημονεύειν Θεοῦ καλὸν ἢ ἀναπνεῖν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Λέγει δὲ οὕτω. Καὶ ἄφες ἡμῖν τὰ χρέη ἡμῶν, τουτέστι, τὰς ἁμαρτίας ἡμῶν καὶ τὰ πταίσματα, ὡς καὶ ἡμεῖς ἀφίεμεν πᾶσι τοῖς πταίουσι καὶ ἁμαρτάνουσιν εἰς ἡμᾶς ἀδελφοῖς ἡμῶν, ἐλευθέροις τε καὶ δούλοις, καὶ πᾶσι τοῖς ὑποχειρίοις ἡμῶν. Ταῦτα λέγων, ἄνθρωπε, ἐὰν οὐ ποιῇς οὕτως, ἐννόησον ὅτι φοβερὸν τὸ ἐμπεσεῖν ἡμᾶς εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ διορθωσάμενος ἐπίστρεψον πρὸς τὸν ποιητὴν καὶ Κύριον. Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐὰν ζητήσῃ ἡμᾶς ὁ Σατανᾶς σινιάσαι, ὡς τὸν σῖτον, ὥσπερ καὶ τοὺς ἀποστόλους ἐζήτησε, καὶ ὡς δέον ἀπέτυχεν, ἀλλ' ὡς τὸ πάλαι Ἰὼβ, μὴ δῷς αὐτῷ ἐξουσίαν καθ' ἡμῶν· ἀλλ' εἰ καὶ πονηρὸς ἄνθρωπος θελήσῃ πειρᾶσαι ἡμᾶς ἢ ἀδικῆσαι, μὴ δῷς ἡμᾶς εἰς τὸ θέλημα αὐτοῦ, ἀλλὰ σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις. Κύριε, ἐπεὶ σή ἐστιν ἡ βασιλεία, μὴ ἐάσῃς ἡμᾶς φοβηθῆναι ἑτέραν βασιλείαν, εἴτε δεσποτείαν ἄλλην, εἰ καὶ ἄξιοί ἐσμεν κολάσεως διὰ τὰς ἁμαρτίας ἡμῶν. Σὺ ἡμᾶς, οἵῳ θέλεις τρόπῳ, τιμώρησον, καὶ μὴ παραδῷς ἡμᾶς εἰς χεῖρας ἀνθρώπων· ἀλλ' ἐμπεσώμεθα εἰς χεῖράς σου ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου, Πάτερ παντοκράτορ, εἰς τοὺς αἰῶνας. Ἀμήν.