1

 2

 3

 4

 5

 6

1

Non esse desperandum

Περὶ τοῦ μὴ ἀπογινώσκειν τινὰς ἑαυτῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν, μηδὲ ἀπαγορεύειν ἐν τῷ μὴ λαμβάνειν αἰτοῦντας· καὶ πρὸς ἄνδρας περὶ

τῆς πρὸς τὰς γυναῖκας εἰρήνης.

51.363 αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ προθυμίας τοὺς περὶ τῆς εὐχῆς

ἐδέξασθε λόγους, ὅτι με μακά 51.364 ριον ἐποιήσατε. Μακάριος γὰρ ὁ λέγων εἰς ὦτα ἀκουόντων. Οὐκ ἀπὸ τῶν κρότων καὶ τῶν ἐπαίνων 51.365 μόνον, ἀλλὰ καὶ ἀφ' ὧν ποιοῦντας εἶδον, ἐπείσθην. Ὅτε γὰρ ὑμῖν παρῄνουν μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, καὶ ἔλεγον ὅτι τὸν Θεὸν παροξύνομεν τοῦτο ποιοῦντες, καὶ ἀντινομοθετοῦμεν αὐτῷ (αὐτὸς γὰρ εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν, ἡμεῖς δὲ κατευχόμενοι τῶν ἐχθρῶν, ἀξιοῦμεν αὐτὸν τὸν ἑαυτοῦ λῦσαι νόμον), ὅτε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἔλεγον, πολλοὺς ἐν ὑμῖν εἶδον πρόσωπα τύπτοντας καὶ στήθη, στενάζοντας πικρῶς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνατείνοντας, συγγνώμην αἰτοῦντας περὶ τῶν τοιούτων εὐχῶν. Τότε δὲ καὶ ἐγὼ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἀνατείνας, ηὐχαρίστησα τῷ Θεῷ, ὅτι οὕτω ταχέως ὁ λόγος τῆς διδασκαλίας τὸν καρπὸν ἡμῖν ἤνεγκε. Τοιοῦτον γὰρ ὁ σπόρος ὁ πνευματικός· οὐ δεῖται ἐνιαυτῶν, οὐδὲ χρόνων, οὐδὲ ἡμερῶν, ἀλλὰ ἂν ἐπιλάβηται ψυχῆς γενναίας, εὐθέως τὸν στάχυν ἀκμάζοντα καὶ ἀπηρτισμένον δείκνυσιν· ὃ δὲ καὶ χθὲς γέγονεν ὑφ' ὑμῶν.

Κατέβαλον λόγον κατανύξεως, καὶ ἐβλάστησε στεναγμὸς ἐξομολογήσεως, στεναγμὸς πολὺν ἔχων τὸν πλοῦτον τῶν ἀγαθῶν. Εἰ γὰρ ὁ τελώνης ἐκεῖνος, ἵνα τὸ στῆθος τύπτων εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἀπῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον, πόσην εἰκὸς ἡμᾶς κτήσασθαι παῤῥησίαν, ἐν βραχεῖ χρόνῳ τοσαύτην κατάνυξιν ἐπιδειξαμένους; Καίτοι τελώνου χεῖρον οὐδέν· οὗτος γὰρ ἔσχατος ὅρος κακίας ἐστίν· ὅπερ οὖν καὶ ὁ Χριστὸς παραδηλῶν, εἰς παράδειγμα τῶν ἐσχάτων κακῶν τὰς πόρνας καὶ τοὺς τελώνας ἄγει συνεχῶς. Πεπαῤῥησιασμένη γάρ ἐστι βία, ἀνεπιτίμητος ἁρπαγὴ, ἀναίσχυντος πλεονεξίας τρόπος, πραγματεία λόγον οὐκ ἔχουσα, ἀναιδὴς ἐμπορία· ἀλλ' ὅμως ὁ τοσούτοις συζῶν κακοῖς, ἴσχυσεν ἀπὸ ψιλῶν ῥημάτων ἀποῤῥίψασθαι τὰ ὀνείδη, καὶ πλέον ὧν ᾔτησε λαβεῖν. Αὐτὸς μὲν γὰρ ἠξίου λέγων, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ὁ δὲ Θεὸς οὐχ ἵλεως μόνον, ἀλλὰ καὶ ἐδικαίωσεν αὐτὸν ὑπὲρ τὸν Φαρισαῖον. ∆ιὰ τοῦτό φησιν ὁ Παῦλος· Τῷ δὲ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Καίτοι ὁ Φαρισαῖος ηὔξατο, καὶ ἐν τῷ ἱερῷ ἔστη, καὶ τὸν αὐτὸν ἐκάλεσε Θεὸν, καὶ πλείονα εἶπε ῥήματα, καὶ ἀπὸ εὐχαριστίας τὸ προοίμιον ἐποιήσατο τῆς εὐχῆς. Πόθεν οὖν ἐκεῖνος μὲν καὶ ἃ εἶχεν ἀπώλεσε καλὰ, οὗτος δὲ καὶ ἣν οὐκ εἶχε προσέλαβε παῤῥησίαν; Ὅτι οὐ τῆς εὐχῆς ὁ αὐτὸς τρόπος ἦν. Ὁ μὲν γὰρ ἀλαζονείας ἔγεμε καὶ τύφου καὶ ἀπονοίας, οὗτος δὲ εὐγνωμοσύνης πολλῆς· διὰ τοῦτο οὗτος μὲν μυρία ἁμαρτημάτων φορτία ἔχων, πάντα ἀπέθετο, καὶ δικαιοσύνην ἔλαβεν· ἐκεῖνος δὲ πλήρη τὴν ναῦν κατορθωμάτων ἀναγαγὼν, καὶ ἐλεημοσύνης, καὶ νηστείας, καθάπερ τινὶ σκοπέλῳ προσαράξας τῷ τῆς κενοδοξίας καὶ ἀπονοίας φρονήματι, ἐν αὐτῷ τῷ λιμένι τὸ ναυάγιον ὑπέμεινε· τὸ γὰρ ἐν εὐχῇ ζημιωθῆναι, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς εὐχῆς τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τὴν αὐτοῦ.

βʹ. Ὁρᾷς πῶς οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν ἡ εὐχὴ, ἐὰν μὴ προσῇ τὸ κατ'

ἐκείνους εὔξασθαι τοὺς νόμους, οὓς τέθεικεν ὁ Χριστός; Τίνας δὲ τέθεικε νόμους;