1

 2

 3

 4

 5

 6

1

Oratio de hypapante

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λεχθεὶς ἐν Ἀντιοχείᾳ, περιέχων ἐν τῷ

τέλει ἠθικὸν πάνυ ὠφέλιμον. Πάτερ εὐλόγησον.

Φαιδρὸν ἡμῖν τήμερον τὸ θέατρον καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος· τί ποτε ἄρα τὸ αἴτιον; ὅταν τὰς εὐαγγελικὰς ἑρμηνεύωμεν ῥήσεις, μεστὴ γίνεται ἡ ἐκκλησία τῷ πλήθει τῶν ἀκροατῶν· καὶ γάρ, ἀγαπητοί, ὅταν παρθένος εὐαγγελίζεται, τότε τῆς οἰκουμένης σωτηρία γίνεται. Ἀλλ' ἐπειδή τινες ἐθρύλησαν περὶ τοῦ ἀρτίως ἀναγνωσθέντος, ὅτι διατί τὸ μὴ συντεῖνον εἰς τὴν παροῦσαν πανήγυριν νῦν προσεφωνήσαμεν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην τοῖς θεσπίσμασι τῆς ἱερωσύνης ἄγεσθαι, καὶ μηδὲν ἀμφιβάλλειν τῶν παρὰ τῶν πατέρων θεσπιζομένων. Ἐπεὶ δὲ τὰ πρόβατα τοῖς ποιμέσιν ἀνθίστανται, δίκαιόν ἐστιν ἡμᾶς παραστῆσαι τὸν χρόνον, ὅτε Συμεὼν τὸν Κύριον ὑπεδέξατο.

Ἀλλὰ προσέχετέ μοι μετὰ πάσης ἀκριβείας· βούλομαι γὰρ σαφεστέραν τὴν διδασκαλίαν ποιῆσαι, ἵνα εὐσύνοπτα ᾖ τοῖς ἀκροαταῖς τὰ λεγόμενα. Ἡ οὖν μακαρία παρθένος ἡ θεοστόκος Μαρία τῷ δεκεμβρίῳ μηνὶ τέτοκε τὸν Κύριον, καθὼς ἀπεπείσαμεν ἐν Ἀντιοχείᾳ πάντας τοὺς ἀντιλέγοντας ὅτε τὴν τοῦ Προδρόμου σύλληψιν καὶ τὴν τοῦ Ζαχαρίου σιωπὴν ὑμῖν ἐξηγούμεθα, καθὼς μέμνηνται οἱ φιλόπονοι τῶν γραφῶν, ὅτε καὶ παλαιὰς μαρτυρίας εἰς μέσον ἠγάγομεν συμφωνούσας τοῖς εὐαγγελικοῖς ῥήμασιν. Ἀρίθμησον τοίνυν ἀπὸ τῆς Χριστοῦ γεννήσεως μέχρι τοῦ νῦν, πόσαι ἡμέραι τυγχάνουσι· τουτέστιν ἀπὸ εἰκάδος πεμπτῆς 58 τοῦ δεκεμβρίου μηνὸς μεχρὶ τῆς δεῦρο· τοῦ δεκεμβρίου ἀναπλήρωσον ἡμέρας ἑπτά, συμμετρῶν καὶ αὐτὴν τὴν ἡμέραν ὅτε ἡ παρθένος τέτοκε, καὶ τριάκοντα καὶ μίαν τοῦ ἰαννουαρίου, καὶ δύο τούτου τοῦ ἐνεστῶτος μηνός, καὶ γίνονται ἡμέραι τεσσαράκοντα.

Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος σαρκωθεὶς ἐκ τῆς ἁγίας παρθένου, ἐσπούδασεν ἐν τῇ ἰδίᾳ σαρκὶ ἀναδέξασθαι τὸν νόμον, ἵνα πλήρωμα δῷ αὐτὸν καὶ οὕτως τῆς χάριτος ἄρξηται διδόναι τὰς δωρεάς. Καὶ γὰρ τοῦτο ἀληθῶς τῆς πανσόφου ἐστὶν οἰκονομίας τοῦ Κυρίου, ἀναδέξασθαι τὰ τοῦ νόμου κελεύσματα ἐν τῇ οἰκείᾳ σαρκί, ἵνα δείξῃ τὸν νόμον τύπον καὶ σκιὰν τοῦ πνεύματος καὶ τῆς χάριτος. Καὶ ὅτι ἅπαντα προφητικῶς ὁ νόμος ἐκήρυττεν, ἄκουσον τοῦ Παύλου λέγοντος· "ὁ νόμος πνευματικός ἐστι", καὶ πάλιν· "ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν". Ἐπεὶ οὖν ὁ Χριστὸς, καθὼς προείρηται, πάντα τὰ τοῦ νόμου ἐσπούδαζε ποιῆσαι, ἵνα δῷ τέλος τῷ νόμῳ καὶ ἄρξηται τῆς χάριτος διδόναι τὰς δωρεάς, δείξας τε τὸν νόμον τύπον καὶ σκιὰν εἶναι αὐτὸν τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος, ἀκούσωμεν αὐτοῦ τοῦ νόμου βοῶντος· "Ἐλάλησε γὰρ Κύριος" φησι, "τῷ Μωσεῖ λέγων· γυνή τις ἐὰν σπερματισθῇ κοίτην σπέρματος καὶ τέκῃ υἱόν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὸ παιδίον τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ, καὶ καθίσεται ἐν αἵματι καὶ καθαρῷ αὐτῆς τριάκοντα καὶ τρεῖς ἡμέρας", Ἡ οὖν ἡμέρα ἐν ᾗ ἔξεστι περιτμηθῆναι τὸ βρέφος μία ἐστὶ τῶν τριάκοντα τριῶν ἡμερῶν. Ἀρίθμησον οὖν ἑπτὰ ἡμέρας τῆς ἀκαθαρσίας, καὶ τριάκοντα τρεῖς τῆς καθάρσεως, καὶ γίνονται τεσσαράκοντα ἡμέραι· ἰδοὺ οὖν μέχρι τῆς σήμερον ἀπὸ εἰκάδος πέμπτης τοῦ δεκεμβρίου μηνὸς τεσσαράκοντα ἡμέραι εἰσίν. Ἐπεὶ οὖν ἀπεπείσαμεν τὴν ὑμετέραν ἀγάπην περὶ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν καὶ τῆς τοῦ νόμου φύσεως, ἐλευσώμεθα εἰς τὸν Συμεὼν τὸν ἐπὶ γῆς βαδίζοντα καὶ μετὰ ἀγγέλων χορεύοντα. Ἐὰν δὲ ἀκμὴν