1
Quod regulares feminae viris cohabitare non debeant
ΠΕΡΙ ΤΟΥ ΠΩΣ ∆ΕΙ ΦΥΛΑΤΤΕΙΝ ΤΗΝ ΠΑΡΘΕΝΙΑΝ
Οἴμοι ψυχή· μετὰ γὰρ τοῦ προφήτου καὶ ἐμοὶ νῦν εὔκαιρον τοῦτο εἰπεῖν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, Οἴμοι ψυχή· πρᾶγμα ἡλίκον καὶ ὅσης γέμον φιλοσοφίας, ἡ παρθενία, καθύβρισται, καὶ τὸ διεῖργον αὐτὴν ἀπὸ τοῦ γάμου καταπέτασμα ἀνῄρηται, ὑπὸ ἀναισχύντων διασπασθὲν χειρῶν, καὶ τὰ ἅγια τῶν ἁγίων πεπάτηται, καὶ τὰ σεμνὰ καὶ φρίκης γέμοντα γέγονε βέβηλα καὶ πᾶσι βατὰ, καὶ ἡ τοῦ γάμου σεμνοτέρα τοσοῦτον καθειλκύσθη καὶ κατηνέχθη κάτω, ὡς τὰς γεγαμημένας μακαρίζεσθαι μᾶλλον. Ἀεὶ μὲν γὰρ ἡ παρθενία μετὰ τοῦ γάμου ταττομένη τὰ πρωτεῖα εἶχε καὶ τὴν προεδρίαν ἅπασαν· νυνὶ δὲ οὐδὲ ἐν τῇ δευτέρᾳ τάξει μένειν δεδύνηται, ἀλλὰ πόρρω που καὶ πρὸς τὴν ἐσχάτην ἀπελήλαται τάξιν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ πολέμιοί τινες οὐδὲ ἐχθροὶ, ἀλλ' αἱ μάλιστα δοκοῦσαι θεραπεύειν αὐτὴν οὕτως αὐτὴν διέθηκαν, καὶ αἱ παρέχουσαι μάλιστα πάντων ἡμῖν πρὸς τοὺς ἀπίστους ἐλευθεροστομεῖν, αὗται μάλιστα πάντων ἡμῖν ἀπέρραψαν τὰ στόματα, καὶ πολλὴν ἡμῶν κατεσκέδασαν αἰσχύνην. Χρημάτων μὲν γὰρ ἕνεκεν ὀλίγους μὲν, εἶχον δὲ ὅμως δεῖξαί τινας Ἕλληνες παρ' αὐτοῖς φιλοσοφήσαντας, καὶ ὀργῆς δέ τινες ἐν ἐκείνοις περιεγένοντο· παρθενίας δὲ ἄνθος οὐδαμοῦ παρ' αὐτοῖς, ἀλλ' ἀεὶ παρεχώρουν ἐνταῦθα τῶν πρωτείων ἡμῖν, ὁμολογοῦντες ἀνωτέρω τῆς φύσεως εἶναι τὸ κατόρθωμα, καὶ οὐδ' ἀνθρώπινον. ∆ιὰ τοῦτο σφόδρα ἡμῶν τὸ πᾶν ἔθνος ἐθαύμαζον· ἀλλὰ νῦν οὐκέτι, ἀλλὰ καταγελῶσι καὶ κωμῳδοῦσι· ∆ιὰ γὰρ τοῦτο καὶ ὁ διάβολος τοσοῦτον κατ' αὐτῆς ἐνέπνευσε τῆς ἀγέλης, ἐπειδὴ μάλιστα ἀπὸ ταύτης ἑώρα τῆς φάλαγγος λαμπρὸν τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ οὕτως αὐτὴν ἐπεχείρησε καταισχῦναι, ὡς βέλτιον εἶναι λοιπὸν μηδὲ παρθένους εἶναι τὰς οὕτω τὸ πρᾶγμα μετιέναι ἐπιχειρούσας. Τὸ δὲ αἴτιον τῶν κακῶν ἁπάντων, ὅτι μέχρι προσηγορίας τὸ πρᾶγμα ἕστηκε, καὶ ἐν τῷ σώματι τὸ πᾶν περιγέγραπται, ὅπερ ἔσχατον μέρος παρθενίας ἐστί· τὰ δὲ ἀναγκαιότερα καὶ μάλιστα αὐτὴν δεικνύντα ἠμέληται, καὶ οὔτε στολῆς κοσμίας λόγος αὐταῖς, οὐχ ἡσυχίας παρθένοις πρεπούσης, οὐ κατανύξεως, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· ἀλλὰ καὶ φθέγγονται εὐκόλως ἅπαντα, καὶ γελῶσιν ἀκαίρως, καὶ κατακλῶνται καὶ θρύπτονται μᾶλλον τῶν ἐπὶ τοῦ τέγους μαλακιζομένων γυναικῶν, πάντοθεν μηχανήματα τοῖς ὁρῶσιν ἐνιεῖσαι, καὶ εἰς τὴν τῶν πορνευομένων γυναικῶν ἀσχημοσύνην εἰσωθεῖν ἑαυτὰς βιάζονται, καθάπερ ἁμιλλώμεναι πρὸς ἐκείνας καὶ φιλονεικοῦσαι τὰ πρωτεῖα εἰς αἰσχύνης δόξαν λαβεῖν. Πόθεν γὰρ, εἰπέ μοι, λοιπὸν δυνησόμεθα τὴν τοιαύτην παρθένον τῆς τάξεως ἐξελέσθαι τῆς ἐκείνων καὶ τῆς κοινωνίας, ὅταν καὶ αὐτὴ τὸ αὐτὸ ποιῇ ἐκείναις νέων ἐξάπτεσθαι καρδίας, ὅταν ἀνεπτερωμένη ᾖ καὶ ἄσωτος, ὅταν τὰ αὐτὰ φάρμακα τρίβῃ, καὶ τὰ αὐτὰ κεραννύῃ ποτήρια, καὶ τὸ αὐτὸ κατασκευάζῃ κώνειον; Ἀλλ' οὐ λέγει, ∆εῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι, οὐδὲ Ἔρρανα τὴν κοίτην μου κρόκῳ, καὶ τὴν κλίνην μου κινναμώμῳ. Εἴθε τὴν κλίνην καὶ τὴν κοίτην, καὶ μὴ τὰ ἱμάτια καὶ τὸ σῶμα. Ἐκεῖναι μὲν γὰρ οἴκοι τὸ δέλεαρ κατακρύπτουσι, σὺ δὲ πανταχοῦ περιφέρεις τὴν παγίδα, καὶ ἀναπετάσασα τῆς ἡδονῆς τὰ πτερὰ περιάγεις ἐπὶ τῆς ἀγορᾶς. Ἀλλ' οὐ διελέχθης, οὐδὲ εἶπες ἐκεῖνα τὰ πορνικὰ ῥήματα, ∆εῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι. Οὐκ εἶπες τῇ γλώττῃ, ἀλλ' εἶπες τῷ σχήματι· οὐκ ἐφθέγξω τῷ στόματι, ἀλλ' ἐφθέγξω τῷ βαδίσματι· οὐκ ἐκάλεσας τῇ φωνῇ, ἀλλ' ἐκάλεσας φωνῆς λαμπρότερον διὰ τῶν ὀφθαλμῶν. Ἀλλὰ καλέσασα οὐκ ἔδωκας ἑαυτήν. Οὐδὲ οὕτως ἀπήλλαξαι τῆς ἁμαρτίας. Καὶ γὰρ καὶ τοῦτο ἕτερον εἶδος πορνείας· καθαρὰ τῆς ὕβρεως ἔμεινας, ἀλλὰ τῆς σωματικῆς, οὐ τῆς ψυχικῆς· καὶ ἀπήρτισταί σοι τὰ τῆς