1

 2

 3

 4

 5

 6

1

Sermo cum presbyter fuit ordinatus

Τοῦ αὐτοῦ ὁμιλία πρώτη ὅτε πρεσβύτερος προεχειρίσθη εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ

Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς; καὶ γέγονεν ὄντως τὰ γεγενημένα καὶ οὐκ ἐξηπατήμεθα; οὐδὲ νὺξ τὰ παρόντα καὶ ὄναρ, ἀλλ' ἡμέρα ὄντως ἐστὶ καὶ ἐγρηγόραμεν ἅπαντες; Καὶ τίς ἂν ταῦτα πιστεύσειεν ὅτι ἡμέρας οὔσης, νηφόντων ἀνθρώπων καὶ ἐγρηγορότων, μειρακίσκος εὐτελὴς καὶ ἀπερριμμένος πρὸς ὕψος ἀρχῆς ἀνηνέχθη τοσοῦτον; Ἐν νυκτὶ μὲν γὰρ οὐδὲν ἀπεικὸς τὰ τοιαῦτα συμβαίνειν. Ἤδη γοῦν τινες τὸ σῶμα ἀνάπηροι καὶ μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καθευδήσαντες εἶδον ἑαυτοὺς ἀρτίους γεγενημένους καὶ καλοὺς καὶ τραπέζης ἀπολαύοντας βασιλικῆς· ἀλλ' ἦν ὕπνος καὶ ὀνείρων ἀπάτη τὰ φαινόμενα. Καὶ γὰρ τοιαύτη τῶν ὀνειράτων ἡ φύσις· πανοῦργός τίς ἐστι καὶ θαυμαστὴ καὶ τοῖς παραδόξοις ἐντρυφῶσα χαίρει. Ἀλλ' οὐκ ἐν ἡμέρᾳ ταῦτα, οὐδὲ ἐπ' αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας τοῦτο τάχα συμβαῖνον ἴδοι τις ἄν. Ἀλλὰ πάντα νῦν συνέβη καὶ γέγονε καὶ τέλος ἔχει, καθὼς θεωρεῖτε, ταῦτα δή, ταῦτα τῶν ὀνείρων ἀπιστότερα ὅτι πόλις οὕτω μεγάλη καὶ πολυάνθρωπος, δῆμος θαυμαστὸς καὶ μέγας πρὸς τὴν ἡμετέραν εὐτέλειαν κέχηνεν, ὡς μέγα τι καὶ γενναῖον ἀκουσόμενος παρ' ἡμῶν. Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάως ῥέοντας ποταμοὺς πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόων συνδραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον καὶ ἀνεχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα· ὅταν δὲ μὴ ποταμῶν, μηδὲ πηγῶν μόνον, ἀλλὰ ψεκάδος εὐτελοῦς διασώζωμεν μέτρον, πῶς οὐ δέος μὴ καὶ αὐτὸ τὸ μικρὸν τῆς ἐπιρροῆς ἐπιλείπῃ τῷ φόβῳ ξηρανθὲν καὶ γένηται ταὐτὸν ὃ καὶ ἐπὶ τῶν σωμάτων συμβαίνειν εἴωθε; Τί δὲ γίνεται ἐπὶ τῶν σωμάτων; Πολλὰ πολλάκις κατέχοντες τῇ χειρὶ καὶ τοῖς δακτύλοις ἡμῶν σφίγγοντες, πτοηθέντες δὲ ἅπαντα ἐξεχέαμεν, χαυνωθέντων ἡμῶν τῶν νεύρων καὶ τοῦ τόνου τῆς σαρκὸς χαλασθέντος. Τοῦτο δὴ δέος μὴ καὶ σήμερον γένηται ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας καὶ ἃ μετὰ πολλοῦ πόνου συνηγάγομεν ὑμῖν νοήματα, τὰ μικρὰ δὴ ταῦτα καὶ εὐτελῆ, ὑπὸ τῆς ἀγωνίας ἐλασθέντα, φροῦδα οἰχήσηται καὶ τὴν διάνοιαν ἡμῖν ἐρήμην καταλιπόντα ἀποπτῇ. ∆ιὸ δέομαι πάντων ὁμοίως ὑμῶν, ἀρχόντων καὶ ἀρχομένων, ὅσην ἡμῖν ἀγωνίαν ἐνεβάλετε τῇ συνδρομῇ τῇ κατὰ τὴν ἀκρόασιν, τοσοῦτον ἐμπνεῦσαι θάρσος ἡμῖν διὰ τῆς σπουδῆς τῆς κατὰ τὰς εὐχὰς καὶ δεηθῆναι τοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, δοῦναι καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Πάντως ὑμῖν πόνος οὐδεὶς τοσούτοις οὖσι καὶ τηλικούτοις ἑνὸς μειρακίσκου ψυχὴν τῷ φόβῳ διαλυθεῖσαν ἐπισφῖγξαι πάλιν· δίκαιοι δὲ ἂν εἴητε ταύτην ἡμῖν παρασχεῖν τὴν αἴτησιν, ἐπεὶ καὶ δι' ὑμᾶς τὸν κύβον ἀνερρίψαμεν τοῦτον, δι' ὑμᾶς καὶ τὴν ὑμετέραν ἀγάπην ἧς οὐδὲν βιαιότερον οὐδὲ τυραννικώτερον, ὅπου γε καὶ ἡμᾶς οὐ μάλα ἐμπείρως ἔχοντας τοῦ λέγειν, λέγειν ἀνέπεισε καὶ πρὸς τὸ τῆς διδασκαλίαν στάδιον ἀποδύσασθαι παρεσκεύασε, καίτοι μηδέποτε πρότερος τούτων ἁψαμένους τῶν παλαισμάτων, ἀλλ' ἀεὶ μετὰ τῶν ἀκροατῶν ταττομένους καὶ τῆς ἀπράγμονος ἀπολαύοντας ἡσυχίας. Ἀλλὰ τίς οὕτω σκληρὸς καὶ δυσάγωγος ὡς τὸν ὑμέτερον σύλλογον σιγῇ παρελθεῖν καὶ θερμοὺς εὑρὼν ἀκροάσεως ἐραστὰς μὴ προσειπεῖν, κἂν ἁπάντων ἀνθρώπων ἀφωνότερος ᾖ; Ἐβουλόμην οὖν πρῶτον ἐν ἐκκλησίᾳ μέλλων ἀφιέναι λόγον, τῶν προοιμίων ἀπάρξασθαι τῷ τὴν γλῶσσαν ἡμῖν ταύτην δεδωκότι Θεῷ· καὶ γὰρ οὕτως