Homiliae 7 (collectio HA)

 δουλείας ἐκ τοῦ τραχήλου αὐτοῦ, καὶ λύσας ἐξέβαλεν αὐτὸν ἐκ τῆς φυλακῆς, καὶ ἐποίησε κύριον τῆς Αἰγύπτου· ὁ ἐν βάτῳ πυρὸς ὀφθεὶς τῷ Μωσεῖ, καὶ δοὺς αὐ

 μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς

 Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερο

 ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμο

 τὰ πετεινὰ τοῦ οὐρανοῦ ἱπτάμενα ἐν τῷ ἀέρι εἰς αὐτὸν ἀναπαύονται. ὁμοίως καὶ ἡ τῶν ψυχῶν διαγωγή, καὶ ὁ ἀὴρ τῶν ἐχόντων τὰς τοῦ πνεύματος πτέρυγας ἐπά

 ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁ

 τοίνυν ἑαυτοὺς ἀνακρίνειν πάντοτε καὶ διερευνᾶν τὰς καρδίας ἡμῶν, ὅπως γνωρίσωμεν τὰ ἑαυτῶν σφάλματα, πιστεύοντες τῷ ἐλευθε ρωτῇ τῶν ψυχῶν ἡμῶν Χριστῷ

 εἰδὼς ὅτι οὐκ ἀνθρώπῳ ἀλλὰ τῷ θεῷ τοῦτο ποιεῖς τῷ εἰπόντι Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ψευδόμενος καὶ ἀποστερῶν ἃ προσήγαγες τῷ θεῷ οὐ δοκεῖς ἁμαρτά

 περισσοτέρου τῶν ἀπηριθμημένων κακῶν διὰ τῆς τοιαύτης ἀποταγῆς κρίματος, τόν τε ἀσκητὴν ἀπήλλαξεν ἂν ὁμοῦ τῇ ἀδελφότητι κόπου καὶ πλημμελημάτων πλειόν

 ἀδιαλείπτως μνήμην θεοῦ καὶ πεποίθησιν ἔχειν χρή, καὶ οὕτω δυνήσε ταί τις παλαίειν πρὸς τὰ κακὰ τὰ συνέχοντα τὸν ἄνθρωπον, ἤτοι τὰ κακὰ τοῦ κόσμου ἔξω

 μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνη ται, ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως, ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται· συμβαίνει γὰρ πολ

 ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φα

 δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαιν

 αὐτῷ περὶ ἡμῶν. αὐτὸς γὰρ μόνον τῆς προαιρέσεως ἡμῶν χρείαν ἔχει, ἐπεὶ ἕτοιμός ἐστι πάντοτε τοῦ ἐλεῆσαι ἡμᾶς καὶ φωτίσαι, ἐὰν μόνον θελήσωμεν ἐπιδοῦνα

 ἀνεκλάλητος, ὥστε αὐτὸν κλαίειν, καὶ εἴπερ ἠδύνατο ἡ ψυχὴ ἀφιέναι τὸ σῶμα, καὶ ἀπιέναι πρὸς τὸν κύριον. ἄλλοτε πάλιν εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ ἔσωθεν ὑ

 λογισμοὺς ἑαυτοῦ ἔμπροσθεν τοῦ θεοῦ ποιήσῃ νυκτὸς καὶ ἡμέρας, καὶ πᾶσαν ὥραν κλαύσῃ ἐνώπιον τοῦ θεοῦ, καὶ λυπούμενος ἐλέγξῃ τὴν ψυχὴν ἑαυτοῦ, ὅτι πῶς

Homiliae 7 (collectio HA)

ΜΑΚΑΡΙΟΥ ΟΜΙΛΙΑΙ

Τοῦ αὐτοῦ μοναχοῦ θείου πατρὸς Μακαρίου ἐπιστολὴ δευτέρα πρὸς τὸν ἀββᾶν Συμεὼν τὸν ἀσκητὴν τὸν ἀπὸ Μεσοποταμίας τῆς Συρίας καὶ πρὸς

τοὺς λοιποὺς ἀδελφοὺς τοὺς ὄντας μετ' αὐτοῦ. ΟΜΙΛΙΑ ΝΑ 51.1 Μακάριος τοῖς ἀγαπητοῖς καὶ ὁμοψύχοις ἀδελφοῖς ἐν Κυρίῳ. εἰρήνη ὑμῖν ὑπερεκπερισσοῦ ἀπὸ Κυρίου πληθυνθείη, εἰρήνη ἡ ἐπου ράνιος ἡ ἀνατείλασα τῷ κόσμῳ τὸ φῶς· ἣν ἐκήρυξαν προφῆται καὶ ἐλάλησαν δίκαιοι καὶ εὐηγγελίσαντο ἄγγελοι. εἰρήνη ἐκείνη, ἣν ἐδέ ξατο Μαρία, καὶ ἐγέννησε σωτῆρα κόσμου· τὸν κατελθόντα πρὸς τοὺς νεκρούς, καὶ διαρρήξαντα τὰς πέτρας, καὶ ἀνοίξαντα τὰ μνημεῖα, καὶ ζωοποιήσαντα τοὺς νεκρούς, καὶ ἐξαγαγόντα τοὺς ἐγκεκλεισμένους, καὶ λύσαντα τοὺς πεπεδημένους, καὶ ἐλευθερώσαντα τοὺς δεδουλωμένους, καὶ διαρρήξαντα τὸ χειρόγραφον τῆς κατακρίσεως Ἀδάμ, καὶ γρά ψαντα νόμον ἐπουράνιον ἐν ταῖς ψυχαῖς, καὶ συμμίξαντα τὴν θεότητα τῇ ἀνθρωπότητι, καὶ ἐλευθερώσαντα τὴν κτίσιν, καὶ ἀποκτείναντα τὴν ἁμαρτίαν, καὶ ἄραντα τὴν κατάραν ἀπὸ τῆς γῆς, καὶ διαρρήξαντα τὸν φραγμὸν τῆς ἔχθρας, καὶ ἀναστήσαντα ἐκ τοῦ χοὸς τὸ κατακριθὲν σῶμα τοῦ Ἀδάμ, καὶ εἰσαγαγόντα αὐτὸν ἐν τῷ παραδείσῳ τῆς ἐπαγγε λίας, καὶ ποιήσαντα περιπατῆσαι ἐν καινῇ ζωῇ τῇ μὴ ἀποθνησκούσῃ πάλιν, ἵνα γενώμεθα αὐτοῦ ἀδελφοί, καὶ γεννήσῃ ἡμᾶς ἐκ τοῦ πατρὸς αὐτοῦ. οὗ ἤκουσαν στεῖραι, καὶ ἐσκίρτησαν ἐν ἀγαλλιάσει τὰ ἔμβρυα αὐτῶν· ὦτα κωφῶν ἠνοίχθη, καὶ μογιλάλων γλῶσσα ἐλύθη· χωλοὶ περιεπάτησαν· παραλυτικοὶ ἰάθησαν, καὶ ἔλαβον τὰ κλινίδια αὐτῶν. ὃν εἶδεν ἡ ἁμαρτωλὸς καὶ προσεκύνησε, καὶ ἀνεπλήρωσε τὰ ὀφειλήματα αὐτῆς τοῖς φιλήμασι τῶν ποδῶν αὐτοῦ· ὃν ἰδὼν Ζακχαῖος ἐδέξατο ζωὴν ἐν τῷ οἴκῳ αὐτοῦ· ὃν εἶδον τὰ ὕδατα καὶ μετεβλήθη εἰς οἶνον, καὶ ὀλίγοι ἄρτοι ὑπερεπερίσσευσαν· ὃς ἔδωκεν ἴασιν ἐκ τοῦ κρασπέδου αὐτοῦ τῇ αἱμορροούσῃ καὶ ἐρρύσθη ἐκ τῆς πηγῆς τοῦ αἵματος τῆς ῥύσεως αὐτῆς· ὁ περιπατήσας ἐπὶ κυμάτων θαλάσσης, καὶ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ ἡσύχασε, καὶ τοὺς ἰχθύας συγκλείσας ἐν τῇ σαγήνῃ, καὶ πάλιν ἐξ ἰχ θύος ἑτέρου στατῆρα ἐνεγκών· ὃν εἶδον οἱ ἁμαρτωλοί, καὶ ἐδικαιώθησαν, καὶ πόρναι γεγόνασι σώφρονες, καὶ παρθένοι κατέλιπον τοὺς ὁρμα στοὺς αὐτῶν, καὶ ὕπανδροι ἀνεχώρησαν τῶν συζύγων αὐτῶν, καὶ νυμ φίοι καὶ νύμφαι κατήργησαν τοὺς γάμους αὐτῶν, καὶ βασιλεῖς λαβόντες τὰ διαδήματα, ἦλθον εἰς προσκύνησιν αὐτοῦ, καὶ δικασταὶ κατέλιπον τὰ δικαστήρια αὐτῶν, καὶ σοφοὶ κατεπάτησαν τὴν σοφίαν αὐτῶν, καὶ ἰατροὶ ἔρριψαν τὰ φάρμακα αὐτῶν, καὶ πλούσιοι ἀφῆκαν τὸν πλοῦτον αὐτῶν, καὶ ἔμποροι κατέλιπον τὰς ἐνθήκας αὐτῶν· ὃν εἶδον ἄφρονες καὶ γεγόνασι συνετοί, καὶ ἰδιῶται γεγόνασι γραμματεῖς, καὶ ἁλιεῖς γεγόνασι κήρυκες, καὶ οἱ μὴ ἔχοντες λόγον ἐλάλησαν πάσῃ γλώσσῃ. εἰρήνη ἐκείνη, ἡ δεξαμένη τὸ δῶρον τοῦ Ἄβελ, καὶ μεταστήσασα τὸν Ἐνὼχ τοῦ μὴ γεύσασθαι θανάτου, καὶ τὸν Νῶε σκεπάσασα ἐν τῇ κιβωτῷ. ὁ πληθύνας τὰς εὐλογίας τοῦ Ἁβραάμ, καὶ τὸν Ἰσαὰκ κληρονόμον καταστήσας τῆς ἐπαγγελίας, ἐξ οὗ σπέρματος ἐγεννήθη ὁ σωτὴρ τῶν αἰώνων· ὁ ἐκλεξάμενος τὸν Ἰακὼβ ἐκ μήτρας, τοῦ δέξασθαι τὰς εὐλογίας τῶν πρωτοτόκων· ὁ γενόμενος μετὰ Ἰωσὴφ ἐν γῇ ἀλλοτρίᾳ καὶ λαβὼν τὸν ζυγὸν τῆς