De incarnatione et contra Arianos
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ,
ΚΑΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ. Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι νοεῖν, τὰ ἀνθρώπινα ῥήματα τῆς πτωχείας τοῦ Υἱοῦ 985 τοῦ Θεοῦ παράγειν βούλονται πρὸς τὸ συστῆσαι τὴν ἑαυτῶν βλασφημίαν. Πᾶσα δὲ ἀκρίβεια τοῦ Χριστιανισμοῦ ἐν τοῖς εὐτελέσι ῥήμασι καὶ πράγμασιν εὑρίσκεται. Εἰ οὖν ἠδύναντο ἀκούειν τοῦ μακαρίου Παύλου γράφοντος πρὸς Κορινθίους· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· οὐκ ἄν ποτε ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱὸν ἐτόλμησαν εἰπεῖν· εἴπερ ἔγνωσαν, τίς ὁ τρόπος τῆς πτωχείας αὐτοῦ, καὶ τίς ἡ δύναμις τοῦ σταυροῦ αὐτοῦ. Ὅθεν καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς Παῦλος· Ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ βάθος, καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν ἀγάπην τῆς γνώσεως τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. ∆ιὰ τοῦτο ἐγγράφως ἐν τῇ πτωχεία αὐτοῦ καὶ τοῖς παθήμασι παῤῥησιάζεται λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· καὶ πάλιν· Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· καὶ, Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ νῦν οὗτοι, εἰ ἔγνωσαν τὰς θείας Γραφὰς, οὐκ ἂν τὸν Κτίστην τῶν ἁπάντων κτίσμα ἢ δημιούργημα βλασφημῆσαι ἐτόλμησαν. Παράγουσι γὰρ ἡμῖν, λέγοντες· Πῶς δύναται ὅμοιος, ἢ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι, ὁπότε γέγραπται· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ; ὑπεροχή ἐστι, φησὶ, τοῦ διδόντος παρὰ τὸν λαμβάνοντα· καὶ, Τί με λέγεις ἀγαθόν; φησίν· οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· καὶ πάλιν· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; καὶ αὖθις· Περὶ τῆς ἡμέρας τῆς ἐσχάτης οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον· καὶ πάλιν· Ὃν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν. Πῶς οὖν, φασὶν, ὅμοιος εἶναι δύναται ἢ ὁμοούσιος ὁ ἐγειρόμενος ἐκ νεκρῶν τῷ ἐγείραντι αὐτόν; Ταῦτα δὲ ἀπὸ πολλῶν ὀλίγα παρεθέμεθα, ὅπως, τούτων λυθέντων, καὶ τὰ λοιπὰ εὐχερῶς νοηθῇ. Ὀφείλομεν οὖν ἡμεῖς κατὰ τὸ δυνατὸν τὴν δύναμιν 988 αὐτῶν ἐξηγήσασθαι. Ὅταν οὖν λέγει ὁ μακάριος Παῦλος, Ὁ Πατὴρ ἤγειρε τὸν Υἱὸν αὐτοῦ ἐκ νεκρῶν, Ἰωάννης ἡμῖν διηγεῖται, ὅτι ἔλεγεν ὁ Ἰησοῦς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἔλεγε δὲ, φησὶ, περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ∆ῆλον οὖν ἐστι τοῖς προσέχουσιν, ὅτι, τοῦ σώματος ἐγειρομένου, ὁ Υἱὸς λέγεται παρὰ τῷ Παύλῳ ἐγηγέρθαι ἐκ νεκρῶν· τὰ γὰρ τοῦ σώματος αὐτοῦ εἰς τὸ αὐτοῦ πρόσωπον λέγεται. Οὕτως οὖν καὶ ὅταν λέγῃ, Ζωὴν ἔδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωὴ, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει; Καὶ εἰ αὐτὸς ἐπαγγέλλεται λέγων· Τὰ πρόβατά μου τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλλωνται εἰς τὸν αἰῶνα· καὶ εἰ αὐτός ἐστιν ἡ σοφία τοῦ Θεοῦ, καὶ εἰ αὐτὸς ἐποίησε πᾶσαν ἡλικίαν, πῶς λέγεται· Προέκοπτε δὲ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ; Καὶ εἰ ὁ Πατὴρ διὰ τοῦ ἰδίου Λόγου καὶ Υἱοῦ τὰ πάντα ἐποίησε, δῆλον, ὅτι καὶ τὴν ἔγερσιν τῆς σαρκὸς αὐτοῦ δι' αὐτοῦ ἐποίησε. ∆ι' αὐτοῦ οὖν αὐτὸν ἤγειρε, καὶ δι' αὐτοῦ αὐτῷ ζωὴν δίδωσιν. Ἐγείρεται μὲν κατὰ σάρκα ὡς ἄνθρωπος, καὶ λαμβάνει ζωὴν ὡς ἄνθρωπος, ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Καὶ αὐτὸς δέ ἐστιν ὁ ἐγείρων τὸν ἴδιον ναὸν, ὡς