1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

1

Fragmenta in Joannem

1 {3Jο 1, 1}3Ὁ λόγος μίαν οἶδεν ἀρχήν, οὐ δύο, ὡς λέγουσιν οἱ Μανιχαῖοι, οὐδὲ πρώτου αἴτιον καὶ δεύτερον αἴτιον καὶ τρίτον αἴτιον, ὡς λέγουσι Πλάτων, Βασιλίδης,Μαρκίων, Ἄρειος, Εὐνόμιος· λέγεται μὲν γὰρ ἀρχὴ ὁ πατὴρ καὶ ἀρχὴ ὁ υἱὸς καὶ ἀρχὴ τὸ πνεῦμα διὰ τὸ συναΐδιον τῆς τριάδος, οὐ διὰ τὸ τρεῖς εἶναι ἀρχάς, ἐπεὶ καὶ τὸν πατέρα λέγομεν θεὸν καὶ τὸν υἱὸν θεὸν καὶ τὸ πνεῦμα θεόν, οὐχ ὡς τρίθεον σέβοντες, ἀλλὰ διὰ τὸ ὁμοούσιον τῆς μιᾶς θεότητος τῶν τριῶν ὑποστάσεων. 2 {3Jο 1, 1}3Τὴν Σαβελλίου αἵρεσιν διὰ τοῦτο καταβάλλει τὰς ὑποστάσεις σημαίνων πατρὸς καὶ υἱοῦ· οὐδὲ γὰρ υἱοπατορίαν ἡ ἐκκλησία δοξάζει καθὰ μυθεύων ὁΛίβυς εἶπεν.Μίαν ὑπόστασιν λέγουσι τῆς τριάδος Σαβέλλιος, Νοητός, Ναυάτος, ΠαῦλοςΣαμοσατεύς, Μάρκελλος.Οὐκ ἦν προφορικός, ἀλλ' ἐνυπόστατος καὶ οὐ μόνον ἐνυπόστατος, ἀλλὰ καὶ θεός.Φωτεινὸς λέγει, ὅτι ἐκ τοῦ πατρὸς Λόγος ἀνυπόστατος ὢν ὡς ὁ ἡμέτερος εἰς σάρκα μετεβλήθη.Ἐπειδὴ ἀκούοντές τινες τῶν αἱρετικῶν, ὅτι ὁ πατὴρ ἐγέννησε τὸν υἱόν, σκανδαλίζονται ἐννοοῦντες ῥεῦσιν ἢ πάθος γίνεσθαι περὶ τὸν πατέρα, ἅπερ πέφυκεν ἐπὶ τῶν παχείων σωμάτων ἔσθ' ὅτε συμβαίνειν. προαναστέλλων αὐτῶν τὴν εὐήθειαν ὁ εὐαγγελιστὴς ἐκ προοιμιῶν τὸν υἱὸν ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἐκάλεσε Λόγον, ἵνα τὸ ἀπαθὲς παραστήσῃ τῆς γεννήσεως· ὡς γὰρ ὁ ἡμέτερος λόγος ἀρρεύστως καὶ ἀμειώτως καὶ ἀπαθῶς γεννᾶται ἐκ τοῦ νοῦ (ὁμοίως καὶ τὸ ἡμέτερον πνεῦμα), οὕτω καὶ ἡ γέννησις τοῦ υἱοῦ· διὸ καὶ ἐλέχθη· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὅ ἐστι θεόν, ὃς μόνος «ἐστὶν ἀγαθός». 3 {3Jο 1, 2}3Ἀντὶ τοῦ συναΐδιος ἦν τῷ πατρὶ ἐν τῇ τοῦ πατρὸς ὑπάρχων φύσει, ἔχων τόπον ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν· ἡ γὰρ ἀρχὴ ὑπεραναβαίνει τοὺς αἰῶνας· ἀρχὴ γὰρ λέγεται ὁ πατὴρ τοῦ υἱοῦ κατὰ μόνον τὸ ἐξ οὗ· τῇ γὰρ αἰτίᾳ ὁ πατὴρ τοῦ υἱοῦ προεπινοηθήσεται, οὐ μὴν τῇ ὑπάρξει προθεωρηθήσεται. πανταχοῦ δὲ ἐντίθησι τὸ ἦν παραπέμπων τὸν υἱὸν ἐπὶ τὸ ἄναρχον· οὐ γὰρ εἶπεν ἀρχὴν ἔσχεν, ἀλλ' ἐν ἀρχῇ ἦν. 4 {3Jο 1, 3}3Ἄλλην ἐκβάλλει αἵρεσιν διδάσκων, ὅτι διὰ τοῦ υἱοῦ ἐκτίσθη πάντα τὰ γενητά, οὐ μὴν δι' ἀγγέλων καλῶν ἢ κακῶν ὡς κακῶς τινες ὑπέλαβον, ὧν εἰσιΠλάτων, Σίμων, Βασιλίδης, Νικόλαος, Μένανδρος, Βορβοριανός, Σατορνῖλος,Κήρινθος. διὸ καὶ τὸν γάμον τινὲς ἀπαγορεύουσι καὶ τὸ γεννᾶν, Σατορνῖλος καὶ οἱ Ἀποστολικοί. 5 {3Jο 1, 3}3Ἔμφασιν ἔχει ὁ λόγος, ὅτι οὐ μόνος ὁ υἱὸς ἔκτισε τὰ πάντα, ἀλλὰ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· ὅσα γὰρ ποιεῖ ὁ πατὴρ διὰ τοῦ υἱοῦ ἐν πνεύματι ἁγίῳ ἐργάζεται, καὶ ὅπου μία τῶν τριῶν ὑποστάσεων λέγεται ποιεῖν, συνεπινοοῦνται καὶ αἱ λοιπαὶ τῆς μιᾶς οὐσίας ὑποστάσεις. 6 {3Jο 1, 4}3Πάντα ὅσα ἐποίησεν ὁ πατὴρ δι' υἱοῦ, ἐξ αὐτοῦ ἐζωοποιήθη. 7 {3Jο 1, 4}3Οὐκ ἐν ἀνθρώπῳ γέγονεν ὁ Λόγος, ἀλλὰ τρόπον τινὰ αὐτὸς διὰ τοῦ πνεύ ματος ἐνισχύσας τὴν παρθένον καὶ ἐνοικήσας ἐν τῇ μήτρᾳ αὐτῆς θεμέλιος ἐγένετο. καὶ ἐν αὐτῷ ᾠκοδόμησεν τὴν ἐκ Μαρίας ἑνωθεῖσαν αὐτῷ σάρκα ἔμψυχον λογικήν, ὅπερ ἐστὶ ζωή. ὡς γὰρ αὐτός ἐστι ζωή, οὕτω καὶ ἡ ἑνωθεῖσα αὐτῷ σάρξ, ἧς οἱ μετέχοντες ζωοποιοῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀπαλλασσόμενοι καὶ εἰς τὴν ἀπόλαυσιν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν τῶν ἀκαταπαύστων πεμπόμενοι, ὅπερ ἐστὶν ἡ ἀληθῶς ζωή. 8 {3Jο 1, 4}3Ἡ σάρκωσις τοῦ μονογενοῦς φωταγωγεῖ τοὺς ἀνθρώπους πρὸς τὴν ἀληθῆ θεογνωσίαν καὶ πρὸς πᾶν εἶδος ἀρετῆς, δι' ὧν ἡ ζωοποίησις γίνεται, ὅ ἐστι τῶν ἀγαθῶν ἡ ἀπόλαυσις. 10 col 1 {3Jο 1, 5}3Σκοτία ἐστὶ πᾶς ὁ κόσμος πρὸς σύγκρισιν τοῦ ἀνεκφράστου καὶ ἀπρο σίτου φωτός. πλὴν καὶ ὁ υἱὸς φωτίζει τὸν νοῦν πρὸς τὰ πρακτέα καὶ ἀεὶ περικρατεῖ ἡ ἀλήθεια, οὐ μὴν τὸ ψεῦδος περιγίνεται τῆς ἀληθείας. διὸ καὶ αὐτὸς εἶπεν· «ἐγὼ νενίκηκα τὸν κό σμον», ἀντὶ τοῦ πᾶσαν πεπλανημένην αἵρεσιν ἤλεγξα καὶ πάντων περιγέγονα τῶν παθῶν, ὅσα ἐστὶν ἐπείσακτα, οὐ μὴν φυσικὰ καὶ ἀναγκαῖα. ἅπερ ἑκὼν ὑπέστη, ἵνα δείξῃ τὸ ἀληθὲς τῆς