Fragmenta in epistulam ad Romanos

Fragmenta in epistulam ad Romanos

ΑΡΕΘΑ ∆ΙΑΚΟΝΟΥ

Εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος, ἀλλά γ' ἄρ' ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτήν· θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ, οὐδ' ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον, ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος ἄτλητον μαλερῷ τηκεδόνος δάμασε πυρσῷ· τρεῖς πρὸς ἐείκοσ' ἐποιχομένην ἐνιαυτοὺς ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης ἡμετέρης· ἔνθ' ὕφηνον γενετῆρες ἅπασι γηραλέοι θρῆνον τιλλόμενοι πολιὴν καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.

15.33 ΤΟΥ ΑΥΤΟΥ Τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν, τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον αἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας παρών, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ, ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην ἀφ' ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν μόνανδρον ἐκλάμποντα, τὴν παρρησίαν Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος· πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα καλὸν φερούσης νουθέτημα τῷ βίῳ· εἰ δ' οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον αὕτη παρ' αὐτὸν τὸν τάφον τεθειμένη.

15.34 ΤΟΥ ΑΥΤΟΥ ∆ρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν Φεβρωνία ἑῆς σύμβολα συμπαθίης, εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν· οὐδὲ γὰρ οὐδ' αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης· ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν Χριστοῦ, τόν ῥα νυὸν σεμνὸν ἕλ' ἀφθορίης λαμπάδ' ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης· ἧς τόδε σῆμ' ὕπνου γνῶθι πολυχρονίου.

1