Fragmenta in epistulam ad Romanos

 Γρηγόριος ὁ θεολόγος ἀφορμὴν εἰληφὼς φάσκει τὸ εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας καὶ ὅσα ἑξῆς.

 κανόνα τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ εὐάρμοστον. 657 Τὸ ἀνθρώπινον λέγω τοιοῦτον· ἐπειδὴ οὐχ οἵα τε ἡ ἀνθρωπίνη ζωὴ ἐν ἀπραξίᾳ ὅλως διαβιώσκειν, ἀλλὰ τῇ ἐφ

 Rom 13,11 Τοιοῦτό τι λέγει· καὶ τοῦτο, φησί, ποιεῖτε πληροῦντες τὸν νόμον καὶ εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ἡμᾶς ὡς ἐξ ὕπνου ἐγερθῆναι. Rom 13,12 Ἀν

Fragmenta in epistulam ad Romanos

Οὐ ῥήματος ἀλλὰ καιροῦ; καὶ γὰρ πρώτοις Ἰουδαίοις τὸ εὐαγγέλιον ἐξηχήθη, καθ' ὅτι καὶ ἐξ Ἰουδαίων ὁ Χριστός, καὶ ἐν Ἰουδαίᾳ τὰ τῆς ἐπιδημίας αὐτοῦ.

Rom 1,18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ. ἡ αἰτιο λογία αὕτη πρὸς τὸ ἀνωτέρω εἴρηται. ἐπειδὴ γὰρ δικαιοσύνην ἔφη θεοῦ ἀποκαλύπτεσθαι ἐκ πίστεως εἰς πίστιν, ἡ δὲ δικαιοσύνη τοῦτό ἐστιν, ἡ ἑκάστῳ πρὸς ἀξίαν ἀπονέμουσα, διὰ τοῦτό φησιν ὅτι ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ, ὡς εἰ ἔλεγεν· ζητεῖς τὰ τῆς κατηγγελμένης ἡμῖν δικαιοσύνης θεοῦ ἔργα; εὑρήσεις ἀφ' ὧν ἀποδίδωσιν ἑκάστῳ εἰς ὕστερον κατὰ τὰ ἔργα αὐτοῦ· πρότερον δὲ τὰ ἀπὸ τῆς ὀργῆς τοῦ θεοῦ βραβευόμενα τοῖς ἀξίοις προτίθησι διὰ τὴν τηνικαῦτα ἐπιπολάζουσαν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἧς καὶ τὰ εἴδη διέξεισιν, εἶτα δὲ καὶ τὰ ἀπὸ τῆς εὐμενείας, οὕτω πως φάσκων· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ. ἐπαναλαβὼν γὰρ πάλιν τὸν λόγον ἀποδίδωσι συντομώτερον τί τὰ κατ' ἀξίαν ἑκάστῳ ἀποδιδόμενα.

Rom 1,19 Οὐκ εἶπεν ἡ γνῶσις τοῦ θεοῦ, ἀλλὰ τὸ γνωστόν· διὰ γὰρ τοῦ γνωστοῦ ἡ περὶ θεοῦ γίνεται γνῶσις. γνώσει μὲν γὰρ ἁπλῶς γινώσκεται τὰ γνωστά, ἡ αἰσθητή, φημί, κτίσις, ἐκ τούτων δὲ ὁ θεός· ἐκ γὰρ μεγέθους καὶ κάλλους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Ro+m 2,7 Τὸ ἑξῆς οὕτως· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον, δόξαν καὶ τιμὴν καὶ ἀφθαρ σίαν. τὸ δὲ καθ' ὑπομονὴν ἀντὶ τοῦ κατὰ προσδοκίαν φησίν· ὡς 654 ἐπὶ πᾶν γὰρ παρὰ τῇ γραφῇ τὸ ὑπομένειν ἀντὶ τοῦ προσδοκᾶν λαμ βάνεται, ὡς τὸ ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ τὸ καθάπερ ὑπέμειναν τὴν ψυχήν μου ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς. Ro+m 2,13 Γράμμα μὲν νομικὸν οὐκ ἔχουσι τὰ ἔθνη, τὰς δὲ πράξεις ὥσπερ τινὰ γράμματα τῇ ψυχῇ περιφέρουσιν· ὥστε μὴ μεταφρονείτω ὁ τῆς μὲν Μωϋσέως ἀκούων βίβλου, αὐτῇ δὲ μὴ πειθόμενος. Ro+m 2,15 Κἀνταῦθα τὸ καὶ παρέλκεται· ἡ γὰρ συνείδησίς ἐστιν ἡ μεταξὺ ἀλλήλων τῶν λογισμῶν δοκιμαζομένη καὶ συγκαταθεμένη.

Rom 2,27 Τὸ τελοῦσα εἰ μὲν τοῖς πρὸ αὐτοῦ διασταλῇ τῇ στιγμῇ, σημαίνει τὸ ἡ ἀκροβυστία κατὰ τὸν νόμον ζῶσα, μὴ νόμῳ ὑποκειμένη· εἰ δὲ τοῖς κάτω, τῆς στιγμῆς πρὸς τὸν νόμον τιθεμένης τὸ τελοῦσα τότε ἀντὶ τοῦ ἀποφαίνουσα λαμβάνεται.

Rom 3,9 Τὰ ἀκριβέστερα τῶν ἀντιγράφων καὶ ἀρχαιότερα οὐκ ἔχει προεχόμεθα, ἀλλὰ τί οὖν κατέχομεν περισσόν; ∆ύο σημαίνειν δύναται τὸ προεχόμεθα· ἤτοι τὸ περισσότερον κατακρίνεσθαι, ἐπεὶ καὶ ἔνοχόν φαμεν τὸν κατάκριτον· σημαίνειν δὲ δύναται καὶ τὸ προκεκρίσθαι, καθό φαμεν· προέχει ὅδε τῷδε εἰς ἀρετήν. κατὰ μὲν οὖν πρῶτον βούλεται δηλοῦν τὸ προεχόμεθα τὸ κατα κεκρίσθαι ἐπὶ τοιαύτῃ ἐννοίᾳ. τί οὖν; πρὸ παντὸς ἔθνους κατάκριτοι Ἰουδαῖοι, ἅτε τῇ δόσει τοῦ νόμου πάντων ἐθνῶν προτετιμημένοι μέν, μηδενὸς δὲ τούτων βελτιωθέντες; καί φησιν· οὐ πάντως· ἐξ ὁμοτίμου γὰρ πάντες ἥμαρτον, καὶ οὐκ ἂν ἔχοιεν ἡμῶν οἱ μὴ κατὰ νόμον κατα καυχᾶσαι, ὡς αὐτοὶ μᾶλλον ἡμῶν ἐπ' ἀρετῇ εὐδοκιμηκότες. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον καθαίρειν βούλεται τὴν αὐθάδειαν Ἰουδαίων ἐπὶ τῇ τοῦ νόμου ὑποδοχῇ, καὶ δείκνυσιν ὡς οὐδὲ προτιμητέοι τῶν ἄλλων ἐθνῶν Ἰουδαῖοι διὰ τὸν νόμον, ἐπὰν καὶ αὐτοὶ ὁμοίως τοῖς ἄλλοις τῆς τοῦ θεοῦ χρηστότητος ἐπιδεεῖς. 655 Ro+m 5,5 Ἐντεῦθεν, οἶμαι, καὶ ὁ μακάριος

1