1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Contra Sabellianos

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Περὶ τῆς ἀϊδίου ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος σὺν Θεῷ, καὶ πρὸς τοὺς Σαβελλίζοντας.

Ἰουδαϊσμὸς ἀντίκειται πρὸς Ἑλληνισμὸν, καὶ οὐδέτερος εὐσεβὴς, ἀλλ' ἀμφότεροι τῆς ἀληθείας ἐκτός. Ἐπεὶ καὶ Βαβυλώνιοι πεπολεμήκασιν Αἰγυ 28.97 πτίους, καὶ ἄλλοι πολλοὶ ἀσεβεῖς ἀσεβέσιν ἠναν τιώθησαν. Οὐ τοίνυν ἐξαρκεῖ τὸ πρὸς ἀσέβειαν ἀνθίστασθαι, εἰ μὴ δι' εὐσέβειαν ἡ πρὸς τὴν ἀσέβειαν ἀντίστασις γίγνηται. Πολλὰ καὶ μεγάλα κατὰ τῶν εἰδωλολατρούντων ἔχουσι λέγειν οἱ Ἰουδαῖοι, καὶ δίκαια λέγουσι κατηγοροῦντες αὐτῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα. Ἀλλ' οὐχ ὅτι δυσσέβειαν ἐλέγχουσι, διὰ τοῦτο εὐσεβεῖν ὁμολογηθήσον ται, τὸν Υἱὸν τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα γέγονεν, ἀρνούμενοι, καὶ τοῖς δι' αὐτοῦ τὸν Πατέρα σεβομέ νοις ἐγκαλοῦντες πολυθεότητα. ∆ιόπερ ἐξεληλύθαμεν ἐξ Ἑλλήνων, καὶ ἀφωρίσμεθα, πρὸς τὸ μὴ ταῖς ἀκα θάρτοις εἰδωλολατρείαις ἀναμίγνυσθαι· ἐξεληλύθα μεν δὲ καὶ ἐκ τῆς τῶν Ἰουδαίων βλασφημίας, τὸν Υἱὸν ὁμολογήσαντες τοῦ Θεοῦ, καὶ φυγόντες τὴν ὀλέθριον ἄρνησιν τοῦ Κυρίου ἡμῶν, τοῦ λέγοντος· «Ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὁμολογοῦμεν δὲ τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ ἀεὶ μετὰ τοῦ Πατρὸς, πιστεύοντες αὐτῷ λέγοντι καὶ ἐπαγγελλομένῳ· «Πᾶς ὅστις ὁμολογήσειεν ἐμὲ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Τοῦτο ὁρῶντες τὸ παράδειγμα, καὶ νῦν ἀπηλλο τριώθημεν τῶν Ἑλληνιζόντων ἐπ' ὀνόματι Χριστιανισμοῦ, τῶν ἔργον Θεοῦ τολμώντων θεολογεῖν τε καὶ προσκυνεῖν. Χωριζόμεθα δὲ καὶ τῶν Ἰουδαϊζόντων καὶ τὸν Χριστιανισμὸν ἐν Ἰουδαϊσμῷ παραφθειρόν των· οἳ, τὸν ἐκ τοῦ Θεοῦ Θεὸν ἀρνούμενοι, Θεὸν ἕνα παραπλησίως Ἰουδαίοις λέγουσιν· οὐχ ὅτι μόνος ἀγέννητος· καὶ μόνος πηγὴ θεότητος, διὰ τοῦτο φάσκοντες αὐτὸν εἶναι μόνον Θεόν· ἀλλ' ὡς ἄγονον Υἱοῦ καὶ ἄκαρπον ζῶντος Λόγου καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐκ καρδίας ἀνθρώπου νομίζουσι τὸν τοῦ Θεοῦ, καὶ σοφίαν ὁποίαν τὴν ἐν ψυχῇ· καὶ διὰ τοῦτο πρόσωπον ἓν τὸν Θεὸν ἅμα τῷ Λόγῳ φασίν· ὥσπερ καὶ τὸν ἄνθρω πον ἅμα τῷ ἑαυτοῦ Λόγῳ ἄνθρωπον ἕνα, οὐδὲν πλέον Ἰουδαίων δοξάζοντες, τῶν οὐκ ἀποδεξαμένων τὸν εὐαγγελιστὴν τὸν εὐθὺς ἐξ ἀρχῆς βοῶντα· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Εἰ γὰρ ἐν καρδίᾳ Λόγον ὁ Θεὸς ἔχει μὴ γεγεννημένον ἐξ αὐτοῦ κατὰ ἀλήθειαν, ὡς Θεὸν ἐκ Θεοῦ, πῶς ἂν εἴη πρὸς τὸν Θεὸν ὁ Λόγος; καὶ πῶς ἂν εἴη Θεός; Οὐ γὰρ ὁ λόγος τοῦ ἀνθρώπου ἄνθρωπός ἐστι πρὸς ἄνθρωπον, ἐπεὶ μήτε ζῶν ἐστι, μήτε ὑφεστὼς, ἀλλὰ ζώσης καρδίας καὶ ὑφεστώσης κίνημα μόνον· καὶ λέγεται παραχρῆμα, καὶ οὐκ ἔστι, καὶ πολλάκις λαλούμενος οὐδέποτε δια 28.100 μένει. Τὸν δὲ τοῦ Θεοῦ Λόγον ἄνωθεν ὁ ψαλμῳδὸς ἐκεκράγει λέγων· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ·» καὶ σύμφωνος αὐτῷ ὁ Θεὸν εἶναι τὸν Λόγον ὁμολογῶν εὐαγγελιστὴς, φανερωθέντα τε αὐτὸν εὐαγγελίζεται, καὶ παρα γενόμενον μηνύει, καὶ σαρκωθέντα κηρύττει, οὐ συμπεριλαμβάνων τῇ τοῦ Λόγου σαρκώσει τὸν Πατέρα· «Ὁ Λόγος, γάρ φησι, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.» Μονογενῆ τὸν Λόγον ὄντα ὁρᾷς ἐν κόσμῳ φανερούμενον, ἐν ἀνθρώποις σκη νοῦντα, δόξαν αὐτῷ