1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

1

Dialogi duo contra Macedonianos

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου.

Ἀπεστείλαμεν τῇ σῇ συνέσει τὸ παρὸν σύνταγμα ὑπὲρ τοῦ ἀναγνόντα σε δοκιμάσαι καὶ τὰ παρὰ τῶν αἱρετικῶν, τῶν τὰ Μακεδονίου φρονούντων εἰρημένα, καὶ τὰ παρ' ἡμῶν ἀντιτεθέντα. Τὰ μὲν οὖν ὑπ' ἐκείνων τεθέντα, ἐν τῷ σχεδαρίῳ ταῦτά εἰσιν· Εἰ ἔστι Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἔστι Πατὴρ ἢ Υἱός· εἰ δὲ μὴ, οὐ Θεός. Καὶ ἡμεῖς πρὸς αὐτόν· Ἐδέξω σαυτῷ τό· Εἰ ἔστι Θεὸς τὸ Πνεῦμα, ἔστι Πατὴρ ἢ Υἱὸς, ὡς τοῦ Πατρὸς διὰ τοῦτο ὄντος Θεοῦ, ἐπειδὴ Πατήρ ἐστι, καὶ ὡς τοῦ Υἱοῦ διὰ τοῦτο ὄντος Θεοῦ, ἐπειδὴ ὁ Υἱός ἐστιν. Εἰ οὖν διὰ τοῦτο Θεός ἐστιν ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐ Θεὸς ὁ Υἱὸς, ἐπειδὴ οὐ Πατήρ. Καὶ εἰ διὰ τοῦτό ἐστι Θεὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, οὐ Θεὸς ὁ Πατὴρ, ἐπειδὴ οὐχ Υἱός· οὐκ ἄρα, ἐὰν ᾖ Θεὸς τὸ Πνεῦμα, πάντως ἐστὶ Πατὴρ, ἢ Υἱός. Τὸ γὰρ «Θεὸς» ὄνομα, φύσεώς ἐστι θεωρουμένης, εἴτουν διαθεούσης τὰ πάντα δηλωτικόν· τὸ δὲ «Πατὴρ» σχετι κὸν, καὶ τὸ «Υἱὸς» ὁμοίως. Οὔτε δὲ τὸ τῆς σχέσεως ὄνομα τὴν διαθέουσαν, ἢ τὴν θεωρουμένην τι φύσιν σημαίνει· οὔτε τὸ τῆς τι θεωρουμένης ἢ διαθεούσης φύσεως ὄνομα, τὴν πρὸς Υἱὸν σχέσιν εἰσάγει. Πρὸς τούτοις, προσποιησάμενος Ὀρθοδόξου πρόσωπον, ἑαυτὸν ἠρώτα· Οὐ προσκυνητὸν οὖν; καὶ ἔπειτα πάλιν αὐτὸς ἑαυτῷ· Ἀπολείπεται τῆς τοιαύτης ἀξίας τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ προσκυνητέον τὸ μήτε Πατὴρ, μήτε Υἱός; Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ μὲν διὰ τοῦτο προσ κυνεῖς τὸν Πατέρα, ἐπειδὴ Πατήρ ἐστι, καὶ τὸν Υἱὸν, ἐπειδὴ Υἱός ἐστι· προσκυνεῖς καὶ πάντα πα τέρα, καὶ πάντα υἱόν· εἰ δὲ οὐ διὰ τοῦτο προσκυνη τὸς ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐδὲ διὰ τοῦτο προσκυνητὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, ἀλλὰ δι' αὐτὴν τὴν φύσιν· ταύτην ζητητέον. Καὶ εἰ μὲν εὑρεθείη καὶ τὸ Πνεῦμα τῆς αὐτοῦ φύσεως, προσκύνει· εἰ δὲ μὴ εὑρεθείη, χωρίς. Ζητεῖται γὰρ οὐχὶ, εἰ Πατήρ ἐστι τὸ Πνεῦμα, οὐδ' εἰ Υἱός· ἀλλ' εἰ τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ. Πρὸς τοῦτο πάλιν ἑαυτῷ ἀντιτίθησιν, ὡς παρὰ Ὀρθοδόξου εἰρημένον· Οὐ γέγραπται, ὅτι «Πνεῦμα ὁ Θεός;» Εἶτά φησιν αὐτός· Πνεῦμά ἐστιν ὁ Θεὸς, καὶ οὐχὶ τὸ Πνεῦμα Θεός. Πᾶν γὰρ εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐκ εἴ τι Πνεῦμα, τοῦτο δὴ καὶ Θεός. Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὴν τῶν Γραφῶν κατεῖχες μνήμην, οὐκ ἂν ἀπεφήνω τοῦτο. Οὐ πᾶν γὰρ εἴ τι Θεὸς, τοῦτο καὶ τὸ Πνεῦμα. Καὶ γὰρ ὁ Μωσῆς θεὸς ἐκλήθη· «Ἰδοὺ γὰρ τίθημί σε θεὸν τοῦ Φαραώ·» ἀλλὰ καὶ Ἀαρὼν τοῦ αὐτοῦ ἀδελφοῦ· «Ἔσῃ γὰρ αὐτῷ, φησὶν, εἰς θεὸν, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι εἰς προφήτην.» Καὶ ὁ Υἱὸς ἐν τοῖς Εὐαγγε λίοις λέγει περὶ τῶν ἁγίων· «Εἰ οὖν ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ 28.1293 δύναται ἡ Γραφὴ λυθῆναι·» καὶ, «Θεὸς θεῶν Κύ ριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν·» καὶ ἐν ἑτέροις· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών·» καὶ, «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καὶ ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·» καὶ, «Θεοὺς οὐ κακολογήσεις,» γέγραπται. Κατὰ γοῦν τὴν σὴν σοφίαν, εἰ πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα, πάντες οἱ προειρημένοι ἄν θρωποι καὶ θεοὶ, Πνεύματά εἰσιν. Εἰ δὲ θεὸς Μωσῆς, καὶ ἕκαστος τῶν προειρημένων, καὶ οὐ Πνεύματα, οὐκ ἄρα πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐδὲ πᾶν εἴ τι Πνεῦμα, τοῦτο καὶ Θεός. Καὶ γὰρ τὰ δαιμόνια ὑμῶν τῶν αἱρετικῶν πνεύματά εἰσι, καὶ οὐκ εἰσὶ θεοί. Ἔτι πρόσωπον εἰσαγαγὼν Ὀρθοδόξου, ∆ῶμεν, φησὶν, ὡς οὐ θεολογεῖται τὸ Πνεῦμα, ὅμως κυριολο γεῖται· γέγραπται γάρ· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἔτι φησίν· Εἰπὲ αὐτὸς τὸ ἐπαγόμενον· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Περὶ τοῦ Κυρίου λέγει, φησὶν, ὅτι ὁ Κύριος τὸ Πνεῦμά ἐστιν. Ἡμεῖς δὲ πρὸς αὐτόν· Ἀληθῶς τὸ,