1

 2

 3

 4

 5

 6

1

Epistula ad Epictetum

Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου.

Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου· ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς θείας γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, πρὸς σύ στασιν δὲ τῆς εὐσεβοῦς ἐν Χριστῷ πίστεως. διὰ τοῦτο γοῦν καὶ νῦν διαφόρων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ πάντες οἱ συνελθόντες τοὺς μὲν ἔτι κρυπτομένους καὶ φρονοῦν τας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ, καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα, καὶ Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφεὶ ὡς ἀφ' ἑνὸς πνεύματος κινούμενοι ἀνεθεμάτισαν ἔγραψάν τε πανταχοῦ, διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων, μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνην τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον οὖσαν πάσης μὲν αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι' ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν ἢ ζητεῖν τινες ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ' ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες, ἀκούοντες τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων, μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ θείου σταυροῦ διδασκαλίαν, εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν θέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον, τὸν μὲν πλη σίον ποτίζουσιν ἀνατροπὴν θολεράν, λογομαχοῦσι δὲ ἐπ' οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων.

2 ταῦτα δὲ οὕτω γράφω ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφελον, ἵνα μηδὲ μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε; τίς ὁ διδάξας ἢ μαθών; ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος θεοῦ καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ· ταῦτα δὲ πόθεν ἐξῆλθεν; ποῖος Ἅιδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι; ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον σῶμα μετα βέβληται, καὶ ἠλλάγη τῆς ἰδίας φύσεως; τίς δὲ ἤκουσεν ἐν ἐκκλησίᾳ ἢ ὅλως παρὰ Χριστιανῶν, ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ κύριος; ἢ τίς τοσοῦτον ἠσέβησεν, ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι ἡ θεότης αὐτὴ ἡ ὁμοούσιος τῷ πατρὶ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγονεν, καὶ τὸ ἐν ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλ' αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; τίς δὲ ἀκούων, ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ' ἐκ τῆς ἑαυτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος εἶναι λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ· πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐ διον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέ στη; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ φύσει τοῦ θεοῦ ἐστιν, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματός ἐστι ∆αβίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας· τίνες δὲ ἄρα οὕτω τολμηροὶ γεγόνασιν, ὥστε εἰπεῖν τὸν Χριστὸν