1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Epistula ad Marcellinum de interpretatione Psalmorum

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΠΡΟΣ ΜΑΡΚΕΛΛΙΝΟΝ ΕΙΣ ΤΗΝ ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ

ΨΑΛΜΩΝ. Ἄγαμαί σε τῆς ἐν Χριστῷ προαιρέσεως, φίλε Μαρκελλῖνε. Καὶ γὰρ καὶ τὸν παρόντα πειρασμὸν, καίτοι πολλὰ παθὼν ἐν αὐτῷ, καλῶς φέρεις, καὶ τῆς ἀσκήσεως οὐκ ἀμελεῖς. Πυνθανόμενος γὰρ τοῦ κομί σαντος τὴν ἐπιστολὴν, πῶς ἄρα καὶ μετὰ τὴν νόσον διάγεις· ἔμαθον πρὸς μὲν πᾶσαν τὴν θείαν Γραφὴν ἔχειν σε τὴν σχολὴν, πυκνότερον δὲ μάλιστα τῇ βίβλῳ τῶν Ψαλμῶν ἐντυγχάνειν, καὶ φιλονεικεῖν τὸν ἐν ἑκάστῳ ψαλμῷ νοῦν ἐγκείμενον καταλαμβάνειν. Καὶ διὰ τοῦτο τοίνυν ἀποδέχομαί σε, πολὺν ἔχων εἰς αὐτὴν τὴν βίβλον κἀγὼ πόθον, ὥσπερ καὶ εἰς πᾶσαν τὴν Γραφήν. Καὶ γὰρ οὕτως ἔχων, συνέτυχόν τινι φιλο πόνῳ γέροντι, καὶ βούλομαι καί σοι, ἅπερ ἐκεῖνος κατέχων τὸ Ψαλτήριον περὶ αὐτοῦ μοι διηγήσατο, γράψαι· ἔχει γάρ τινα χάριν καὶ πιθανότητα μετ' εὐλόγου τοῦ διηγήματος. Ἔλεγε γὰρ οὕτως· Πᾶσα μὲν, ὦ τέκνον, ἡ καθ' ἡμᾶς Γραφὴ, πα λαιά τε καὶ καινὴ, θεόπνευστός ἐστι καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, ὡς γέγραπται· ἔχει δέ τινα πιθα νὴν παρατήρησιν τοῖς προσέχουσιν ἡ τῶν Ψαλμῶν βίβλος. Ἑκάστη μὲν γὰρ βίβλος τὸ ἴδιον ἐπάγγελμα διακονεῖ καὶ ἀπαγγέλλει· οἷον ἡ Πεντάτευχος γένεσιν κόσμου καὶ τῶν πατριαρχῶν τὰς πράξεις; τήν τε ἀπ' Αἰγύπτου τοῦ Ἰσραὴλ ἔξοδον, καὶ τὴν τῆς νομοθεσίας διάταξιν· ἡ Τρίτευχος τὴν κληροδοσίαν, καὶ τῶν κριτῶν τὰς πράξεις, καὶ γενεαλογίαν τοῦ ∆αβίδ· αἱ Βα σιλεῖαι καὶ Παραλειπόμεναι βασιλέων πράξεις· καὶ ὁ μὲν Ἔσδρας ἀπόλυσιν τῆς αἰχμαλωσίας καὶ ἐπάνοδον τοῦ λαοῦ, καὶ οἰκοδομὴν τοῦ ναοῦ καὶ τῆς πόλεως· οἱ δὲ Προφῆται προφητείας περὶ τῆς ἐπιδημίας τοῦ Σω τῆρος, ὑπομνήσεις τε περὶ τῶν ἐντολῶν, καὶ μέμψεις κατὰ τῶν παραβαινόντων, καὶ προφητείας τοῖς ἔθνε σιν. Ἡ δέ γε βίβλος τῶν Ψαλμῶν, ὡς παράδεισος τὰ ἐν αὑτῇ φέρουσα μελῳδεῖ, καὶ τὰ ἴδια δὲ πάλιν μετ' αὐτῶν ψάλλουσα δείκνυσι. Τὰ μὲν γὰρ τῆς Γενέσεως ψάλλει ἐν τῷ ὀκτω καιδεκάτῳ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καὶ ἐν τῷ κγʹ· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦν τες ἐν αὐτῇ· αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Τὰ δὲ τῆς Ἐξόδου καὶ τῶν Ἀριθμῶν καὶ τοῦ ∆ευτερονομίου ᾄδει καλῶς ἐν τῷ ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ, καὶ ἐν τῷ ἑκατοστῷ τρισκαιδεκάτῳ ψαλμῷ, λέγων· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου 27.13 Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ εἰς ἐξουσίαν αὐτοῦ. Ψάλλει δὲ καὶ ταῦτα ἐν τῷ ἑκατοστῷ τετάρτῳ· Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν, ὃν ἐξελέξατο αὐτόν· ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὑτοῦ ἐν γῇ Χάμ. Ἐξαπ έστειλε σκότος, καὶ ἐσκότασε, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Ἐξῆρ ψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖφες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Καὶ ὅλως ὅλον τε τὸν ψαλμὸν τοῦτόν τε καὶ ἑκατὸν πέμπτον περὶ τῶν αὐτῶν ἔστιν εὑρεῖν γεγραμμένον. Καὶ τὰ μὲν ἱερατείας καὶ τῆς σκηνῆς ἀναφωνεῖ ἐν ἐξοδίῳ σκηνῆς ἐν τῷ κηʹ ψαλμῷ· Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Τὰ δὲ τοῦ Ναυῆ καὶ τῶν Κριτῶν ἐμφαίνει πως ἐν τῷ ἑκατοστῷ ἕκτῳ, λέγων· Καὶ συνεστήσαντο πόλεις κατοικεσίας, καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας. Ἐπὶ γὰρ τοῦ Ναυῆ διαδέδο ται