Epistula encyclica

 ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πν

 ἡγεμόνος καὶ τὴν 3.4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κα

 ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ

 καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ6.4 γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀ

 ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἐρρωμένους καὶ μνημονεύοντας ἡμῶν ὁ κύριος ὑμᾶς διαφυλάξειεν, κύριοι ἀληθῶς ποθεινότατοι.

Epistula encyclica

Ἐπιστολὴ ἐγκύκλιος τοῦ μακαρίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας

1.1 Τοῖς κατὰ τόπον συλλειτουργοῖς, κυρίοις ἀγαπητοῖς, Ἀθανάσιος ἐν κυρίῳ χαίρειν. Ἃ μὲν πεπόνθαμεν δεινὰ καὶ ἀφόρητά ἐστι, καὶ οὐκ ἔστιν ἐπαξίως αὐτῶν μνημονεῦσαι· ἵνα δὲ ταχύτερον τὸ δεινὸν τῶν συμβεβηκότων γνωσθῆναι δυνηθῇ, καλὸν ἡγησάμην 1.2 ἱστορίας ἀπὸ τῶν γραφῶν μνημονεῦσαι. ἀνήρ ποτε Λευίτης ἀδικηθεὶς εἰς τὴν γυναῖκα καὶ τὴν ὑπερβολὴν τοῦ μύσους ἑωρακώς (Ἑβραία γὰρ ἦν ἡ γυνὴ καὶ ἐκ τῆς Ἰούδα φυλῆς ἐτύγχανε) καὶ καταπλαγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν εἰς αὐτὸν παρανομήμασιν, ὡς ἡ θεία τῶν Κριτῶν διαγορεύει γραφή, διελὼν τὴν γυναῖκα ἀπέστειλε κατὰ πᾶσαν φυλὴν τοῦ Ἰσραήλ, ἵνα μὴ εἰς αὐτὸν μόνον, ἀλλὰ καὶ εἰς πάντας κοινὸν τὸ τοιοῦτον ἀδίκημα πιστευθῇ, καὶ ἵνα, ἐὰν μὲν συμπαθῶσιν, ἐκδικήσωσιν, ἐὰν δὲ παρίδωσιν, ὡς 1.3 αὐτοὶ λοιπὸν ἀδικήσαντες αἰσχυνθῶσι. καὶ οἱ μὲν ἀποσταλέντες τὸ γεγονὸς ἀπήγγελον, οἱ δὲ ἀκούοντες καὶ ὁρῶντες ἔλεγον μηδέποτε τὰ τοιαῦτα γεγενῆσθαι, ἀφ' ἧς ἡμέρας ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου. πᾶσα γοῦν φυλὴ τοῦ Ἰσραὴλ κεκίνητο καὶ πάντες ὡς αὐτοὶ παθόντες κατὰ τῶν πλημμελησάντων συνῆλθον καὶ τέλος κατεπο λεμήθησαν οἱ τὰ παράνομα δράσαντες καὶ ἀνάθεμα παρὰ πάντων γεγόνασιν. οὐ γὰρ 1.4 εἰς τὴν συγγένειαν οἱ συνελθόντες ἐσκόπουν, ἀλλ' εἰς τὸ πλημμεληθὲν ἀπέβλεπον. οἴ δατε δὲ τὴν ἱστορίαν, ἀδελφοί, καὶ τὰ ἐκ τῆς γραφῆς ἀκριβῶς περὶ ταύτης σημαινόμενα, ἐπεξεργάσασθαι γὰρ πλείονα περὶ αὐτῆς οὐ βούλομαι πρὸς εἰδότας γράφων καὶ ἐπειγόμενος τὰ νῦν ἐκείνων πλείονα σημᾶναι τῇ ὑμετέρᾳ εὐλαβείᾳ. διὰ τοῦτο γὰρ καὶ τῆς ἱστορίας ταύτης ἐμνήσθην, ἵνα τὰ τότε τοῖς νῦν γινομένοις συμβαλόντες καὶ γνόντες, ὡς ταῦτα νενίκηκε τὴν ἐκείνων ὠμότητα, πλεῖον ὑμεῖς ἀγανακτήσητε ἢ οἱ κατὰ τῶν 1.5 τότε παρανομησάντων. καὶ γὰρ καὶ τὰ πικρὰ τῶν διωγμῶν τὰ γενόμενα καθ' ἡμῶν ὑπερβέβηκε, καὶ μικρὰ ἡ τοῦ Λευίτου συμφορὰ πρὸς τὰ νῦν κατὰ τῆς ἐκκλησίας τολμη θέντα· καὶ μᾶλλον ταῦτα οὔτε ἠκούσθη ποτὲ ἐν τῇ οἰκουμένῃ οὔτε τοιούτων τις πεπείραται 1.6 κακῶν. τότε μὲν γὰρ γυνὴ μία ἦν ἡ ἀδικηθεῖσα καὶ εἷς Λευίτης ὁ τὴν βίαν παθών, νῦν δὲ ὅλη ἡ ἐκκλησία ἠδικήθη καὶ ἱερατεῖον ὑβρίσθη, καὶ τό γε μεῖζον, εὐσέβεια ὑπὸ ἀσεβείας διώκεται. καὶ τότε μὲν μιᾶς γυναικὸς ἑκάστη φυλὴ μέρος ὁρῶσα κατεπλήττετο, ἄρτι δὲ ὅλης ἐκκλησίας ὁρᾶτε μέλη διῃρημένα καὶ τοὺς μὲν πρὸς ὑμᾶς, τοὺς δὲ πρὸς ἄλλους ἀποσταλέντας τὴν ὕβριν καὶ τὴν ἀδικίαν ἣν πεπόνθασιν ἀπαγγέλλοντας. 1.7 κινήθητε δὴ οὖν καὶ ὑμεῖς, παρακαλῶ, μὴ ὡς ἡμῶν μόνον, ἀλλὰ καὶ ὡς ὑμῶν ἀδικηθέντων καὶ ἕκαστος ὡς αὐτὸς παθὼν βοηθησάτω, ἵνα μὴ δι' ὀλίγου οἱ ἐκκλησιαστικοὶ κανόνες καὶ ἡ τῆς ἐκκλησίας πίστις παραφθαρῇ. κινδυνεύει γὰρ ἀμφότερα, ἐὰν μὴ ταχέως ὁ θεὸς δι' ὑμῶν τὰ πλημμεληθέντα διορθώσηται καὶ ἐκδικίας ἡ ἐκκλησία τύχῃ. οὐ γὰρ 1.8 νῦν κανόνες καὶ τύποι ταῖς ἐκκλησίαις ἐδόθησαν, ἀλλ' ἐκ τῶν πατέρων ἡμῶν καλῶς καὶ βεβαίως παρεδόθησαν. οὐδὲ νῦν ἡ πίστις ἤρξατο, ἀλλ' ἐκ τοῦ κυρίου διὰ τῶν μαθητῶν εἰς ἡμᾶς διαβέβηκεν. ἵν' οὖν μὴ τὰ ἐξ ἀρχαίων μέχρις ἡμῶν τηρηθέντα ἐν ταῖς ἐκκλησίαις ἐν ταῖς νῦν ἡμέραις παραπόληται καὶ τὰ πιστευθέντα ἡμῖν ζητηθῇ παρ' ἡμῶν, κινήθητε, ἀδελφοί, ὡς «οἰκονόμοι μυστηρίων θεοῦ» τυγχάνοντες καὶ ταῦτα ὑφ' ἑτέρων ἁρπαζό 1.9 μενα θεωροῦντες. τὰ μὲν οὖν πλείονα παρὰ τῶν γραμματηφόρων ἀκούσεσθε, συντόμως δὲ κἀγὼ σημᾶναι ἠπείχθην, ἵνα τῷ ὄντι γνῶτε ὅτι οὐδέποτε τοιαῦτα γέγονε κατὰ τῆς ἐκκλησίας ἀφ' ἧς ἡμέρας «ἀναληφθεὶς

1